<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.219-10.239</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.219-10.239</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="219">σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.</l><l n="220">ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,</l><l n="221">Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,</l><l n="222">ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων</l><l n="223">λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.</l><l n="224">τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,</l><l n="225">ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν
                        ἱστὸν</l><l n="227">καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,</l><l n="228">ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.</l></q><l n="229"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="230">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="231">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="232">Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.</l><l n="233">εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,</l><l n="234">ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν</l><l n="235">οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ</l><l n="236">φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.</l><l n="237">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα</l><l n="238">ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.</l><l n="239">οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>