<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.201-10.275</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.201-10.275</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="201">κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="202">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="203"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους</l><l n="204">ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·</l><l n="205">τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.</l><l n="206">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·</l><l n="207">ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.</l><milestone n="208" unit="card" ed="p"/><l n="208">βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι</l><l n="209">κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.</l><l n="210">εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης</l><l n="211">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·</l><l n="212">ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,</l><l n="213">τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.</l><l n="214">οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε</l><l n="215">οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.</l><l n="216">ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα</l><l n="217">σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,</l><l n="218">ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες</l><l n="219">σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.</l><l n="220">ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,</l><l n="221">Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,</l><l n="222">ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων</l><l n="223">λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.</l><l n="224">τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,</l><l n="225">ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν
                        ἱστὸν</l><l n="227">καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,</l><l n="228">ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.</l></q><l n="229"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="230">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="231">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="232">Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.</l><l n="233">εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,</l><l n="234">ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν</l><l n="235">οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ</l><l n="236">φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.</l><l n="237">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα</l><l n="238">ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.</l><l n="239">οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε</l><l n="240">καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.</l><l n="241">ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη</l><l n="242">πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης</l><l n="243">ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.</l><l n="244"><milestone unit="para" ed="P"/>Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν</l><l n="245">ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.</l><l n="246">οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,</l><l n="247">κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε</l><l n="248">δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.</l><l n="249">ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,</l><l n="250">καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·</l><q type="unspecified"><l n="251"><milestone unit="para" ed="P"/>ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ
                        Ὀδυσσεῦ·</l><l n="252">εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ</l><l n="253">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.</l><l n="254">ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,</l><l n="255">ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="256">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="257">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="258">αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.</l><l n="259">οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν</l><l n="260">ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.</l></q><milestone n="261" unit="card" ed="p"/><l n="261"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος
                     ἀργυρόηλον</l><l n="262">ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·</l><l n="263">τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.</l><l n="264">αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων</l><l n="265">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="266"><milestone unit="para" ed="P"/>μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ
                        αὐτοῦ.</l><l n="267">οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον</l><l n="268">ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον</l><l n="269">φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.</l></q><l n="270"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="271">Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ</l><l n="272">ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·</l><l n="273">αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.</l></q><l n="274"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="275">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>