<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.19-10.36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.19-10.36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="19">δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,</l><l n="20">ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·</l><l n="21">κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,</l><l n="22">ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.</l><l n="23">νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ</l><l n="24">ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·</l><l n="25">αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,</l><l n="26">ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="27">ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.</l><l n="28"><milestone unit="para" ed="P"/>ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,</l><l n="29">τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,</l><l n="30">καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·</l><l n="31">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="32">αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ</l><l n="33">δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·</l><l n="34">οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="35">καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι</l><l n="36">δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>