<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.183-10.314</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.183-10.314</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="183">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="184">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="185">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="186">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="187">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="188">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="189"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες
                        ἑταῖροι·</l><l n="190">ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,</l><l n="191">οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,</l><l n="192">οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον</l><l n="193">εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.</l><l n="194">εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν</l><l n="195">νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·</l><l n="196">αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ</l><l n="197">ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ</l><l n="199">μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο</l><l n="200">Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.</l><l n="201">κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="202">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="203"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους</l><l n="204">ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·</l><l n="205">τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.</l><l n="206">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·</l><l n="207">ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.</l><milestone n="208" unit="card" ed="p"/><l n="208">βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι</l><l n="209">κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.</l><l n="210">εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης</l><l n="211">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·</l><l n="212">ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,</l><l n="213">τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.</l><l n="214">οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε</l><l n="215">οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.</l><l n="216">ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα</l><l n="217">σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,</l><l n="218">ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες</l><l n="219">σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.</l><l n="220">ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,</l><l n="221">Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,</l><l n="222">ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων</l><l n="223">λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.</l><l n="224">τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,</l><l n="225">ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν
                        ἱστὸν</l><l n="227">καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,</l><l n="228">ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.</l></q><l n="229"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="230">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="231">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="232">Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.</l><l n="233">εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,</l><l n="234">ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν</l><l n="235">οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ</l><l n="236">φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.</l><l n="237">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα</l><l n="238">ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.</l><l n="239">οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε</l><l n="240">καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.</l><l n="241">ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη</l><l n="242">πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης</l><l n="243">ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.</l><l n="244"><milestone unit="para" ed="P"/>Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν</l><l n="245">ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.</l><l n="246">οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,</l><l n="247">κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε</l><l n="248">δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.</l><l n="249">ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,</l><l n="250">καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·</l><q type="unspecified"><l n="251"><milestone unit="para" ed="P"/>ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ
                        Ὀδυσσεῦ·</l><l n="252">εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ</l><l n="253">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.</l><l n="254">ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,</l><l n="255">ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="256">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="257">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="258">αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.</l><l n="259">οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν</l><l n="260">ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.</l></q><milestone n="261" unit="card" ed="p"/><l n="261"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος
                     ἀργυρόηλον</l><l n="262">ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·</l><l n="263">τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.</l><l n="264">αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων</l><l n="265">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="266"><milestone unit="para" ed="P"/>μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ
                        αὐτοῦ.</l><l n="267">οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον</l><l n="268">ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον</l><l n="269">φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.</l></q><l n="270"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="271">Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ</l><l n="272">ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·</l><l n="273">αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.</l></q><l n="274"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="275">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας</l><l n="276">Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,</l><l n="277">ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν</l><l n="278">ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,</l><l n="279">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·</l><l n="280">ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι
                        οἶος,</l><l n="282">χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης</l><l n="283">ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.</l><l n="284">ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι</l><l n="285">αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.</l><l n="286">ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.</l><l n="287">τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης</l><l n="288">ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.</l><l n="289">πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.</l><l n="290">τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.</l><l n="291">ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει</l><l n="292">φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.</l><l n="293">ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,</l><l n="294">δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="295">Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.</l><l n="296">ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·</l><l n="297">ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,</l><l n="298">ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·</l><l n="299">ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,</l><l n="300">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,</l><l n="301">μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.</l></q><milestone n="302" unit="card" ed="p"/><l n="302"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης</l><l n="303">ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.</l><l n="304">ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·</l><l n="305">μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν</l><l n="306">ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.</l><l n="307">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="308">νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης</l><l n="309">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="310">ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·</l><l n="311">ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.</l><l n="312">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="313">καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.</l><l n="314">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>