<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.171-10.230</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.171-10.230</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="171">χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="172">κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους</l><l n="173">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί
                        περ</l><l n="175">εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·</l><l n="176">ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,</l><l n="177">μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,</l><l n="179">ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο</l><l n="180">θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="181">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="182">χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.</l><l n="183">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="184">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="185">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="186">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="187">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="188">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="189"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες
                        ἑταῖροι·</l><l n="190">ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,</l><l n="191">οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,</l><l n="192">οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον</l><l n="193">εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.</l><l n="194">εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν</l><l n="195">νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·</l><l n="196">αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ</l><l n="197">ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ</l><l n="199">μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο</l><l n="200">Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.</l><l n="201">κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="202">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="203"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους</l><l n="204">ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·</l><l n="205">τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.</l><l n="206">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·</l><l n="207">ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.</l><milestone n="208" unit="card" ed="p"/><l n="208">βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι</l><l n="209">κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.</l><l n="210">εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης</l><l n="211">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·</l><l n="212">ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,</l><l n="213">τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.</l><l n="214">οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε</l><l n="215">οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.</l><l n="216">ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα</l><l n="217">σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,</l><l n="218">ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες</l><l n="219">σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.</l><l n="220">ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,</l><l n="221">Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,</l><l n="222">ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων</l><l n="223">λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.</l><l n="224">τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,</l><l n="225">ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν
                        ἱστὸν</l><l n="227">καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,</l><l n="228">ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.</l></q><l n="229"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="230">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>