<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.131-10.171</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.131-10.171</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="131">ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας</l><l n="132">νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.</l><milestone n="133" unit="card" ed="p"/><l n="133"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="134">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="135">Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε</l><l n="136">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="137">αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·</l><l n="138">ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο</l><l n="139">μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.</l><l n="140">ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ</l><l n="141">ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.</l><l n="142">ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας</l><l n="143">κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="144">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="145">καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ</l><l n="146">καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,</l><l n="147">εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.</l><l n="148">ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,</l><l n="149">καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,</l><l n="150">Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l><l n="151">μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="152">ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.</l><l n="153">ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="154">πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης</l><l n="155">δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.</l><l n="156">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="157">καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,</l><l n="158">ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν</l><l n="159">ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης</l><l n="160">πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.</l><l n="161">τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα</l><l n="162">πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,</l><l n="163">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="164">τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="165">εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ</l><l n="166">εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,</l><l n="167">πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν</l><l n="168">πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,</l><l n="169">βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν</l><l n="170">ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου</l><l n="171">χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>