<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.129-10.203</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.129-10.203</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="129">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·</l><l n="130">οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.</l><l n="131">ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας</l><l n="132">νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.</l><milestone n="133" unit="card" ed="p"/><l n="133"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="134">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="135">Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε</l><l n="136">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="137">αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·</l><l n="138">ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο</l><l n="139">μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.</l><l n="140">ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ</l><l n="141">ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.</l><l n="142">ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας</l><l n="143">κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="144">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="145">καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ</l><l n="146">καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,</l><l n="147">εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.</l><l n="148">ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,</l><l n="149">καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,</l><l n="150">Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l><l n="151">μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="152">ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.</l><l n="153">ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="154">πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης</l><l n="155">δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.</l><l n="156">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="157">καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,</l><l n="158">ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν</l><l n="159">ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης</l><l n="160">πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.</l><l n="161">τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα</l><l n="162">πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,</l><l n="163">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="164">τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="165">εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ</l><l n="166">εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,</l><l n="167">πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν</l><l n="168">πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,</l><l n="169">βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν</l><l n="170">ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου</l><l n="171">χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="172">κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους</l><l n="173">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί
                        περ</l><l n="175">εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·</l><l n="176">ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,</l><l n="177">μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,</l><l n="179">ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο</l><l n="180">θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="181">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="182">χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.</l><l n="183">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="184">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="185">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="186">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="187">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="188">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="189"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες
                        ἑταῖροι·</l><l n="190">ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,</l><l n="191">οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,</l><l n="192">οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον</l><l n="193">εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.</l><l n="194">εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν</l><l n="195">νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·</l><l n="196">αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ</l><l n="197">ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ</l><l n="199">μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο</l><l n="200">Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.</l><l n="201">κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="202">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="203"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>