<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.119-10.147</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.119-10.147</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="119">φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,</l><l n="120">μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.</l><l n="121">οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν</l><l n="122">βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει</l><l n="123">ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·</l><l n="124">ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.</l><l n="125">ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,</l><l n="126">τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="127">τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.</l><l n="128">αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="129">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·</l><l n="130">οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.</l><l n="131">ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας</l><l n="132">νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.</l><milestone n="133" unit="card" ed="p"/><l n="133"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="134">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="135">Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε</l><l n="136">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="137">αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·</l><l n="138">ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο</l><l n="139">μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.</l><l n="140">ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ</l><l n="141">ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.</l><l n="142">ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας</l><l n="143">κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="144">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="145">καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ</l><l n="146">καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,</l><l n="147">εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>