<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.111-10.132</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.111-10.132</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="111">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.</l><l n="112">οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα</l><l n="113">εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.</l><l n="114">ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,</l><l n="115">ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.</l><l n="116">αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·</l><l n="117">τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.</l><l n="118">αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες</l><l n="119">φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,</l><l n="120">μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.</l><l n="121">οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν</l><l n="122">βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει</l><l n="123">ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·</l><l n="124">ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.</l><l n="125">ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,</l><l n="126">τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="127">τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.</l><l n="128">αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="129">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·</l><l n="130">οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.</l><l n="131">ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας</l><l n="132">νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>