<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.1-10.18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:10.1-10.18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="1">Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν</l><l n="2">Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,</l><l n="3">πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος</l><l n="4">χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.</l><l n="5">τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="6">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·</l><l n="7">ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.</l><l n="8">οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ</l><l n="9">δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,</l><l n="10">κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ</l><l n="11">ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν</l><l n="12">εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.</l><l n="13">καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.</l><l n="14">μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,</l><l n="15">Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·</l><l n="16">καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.</l><l n="17">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον</l><l n="18">πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>