<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.83-1.123</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.83-1.123</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="83">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="84">Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην</l><l n="85">νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα</l><l n="86">νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,</l><l n="87">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·</l><l n="88">αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν</l><l n="89">μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,</l><l n="90">εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς</l><l n="91">πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ</l><l n="92">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.</l><l n="93">πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="94">νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,</l><l n="95">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="97">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="98">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·</l><l n="99">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,</l><l n="100">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="101">ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="102">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,</l><l n="103">στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,</l><l n="104">οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="105">εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.</l><l n="106">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα</l><l n="107">πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον</l><l n="108">ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·</l><l n="109">κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες</l><l n="110">οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,</l><l n="111">οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας</l><l n="112">νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.</l><l n="113"><milestone unit="para" ed="P"/>τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,</l><l n="114">ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,</l><l n="115">ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν</l><l n="116">μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,</l><l n="117">τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.</l><l n="118">τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.</l><l n="119">βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ</l><l n="120">ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς</l><l n="121">χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="122">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="123"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>