<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.73-1.96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.73-1.96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="73">ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.</l><l n="74">ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων</l><l n="75">οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.</l><l n="76">ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες</l><l n="77">νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει</l><l n="78">ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων</l><l n="79">ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="81">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="82">εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,</l><l n="83">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="84">Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην</l><l n="85">νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα</l><l n="86">νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,</l><l n="87">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·</l><l n="88">αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν</l><l n="89">μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,</l><l n="90">εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς</l><l n="91">πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ</l><l n="92">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.</l><l n="93">πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="94">νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,</l><l n="95">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>