<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.49-1.72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.49-1.72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="49">δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει</l><l n="50">νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.</l><l n="51">νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,</l><l n="52">Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης</l><l n="53">πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς</l><l n="54">μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.</l><l n="55">τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,</l><l n="56">αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν</l><l n="57">θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,</l><l n="58">ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι</l><l n="59">ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ</l><l n="60">ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς</l><l n="61">Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων</l><l n="62">Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;</l></q><l n="63"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="64">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="65">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="66">ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν</l><l n="67">ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="68">ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ</l><l n="69">Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,</l><l n="70">ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον</l><l n="71">πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,</l><l n="72">Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>