<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.441-2.84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.441-2.84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l><l n="13">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·</l><l n="14">ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.</l><l n="15">τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,</l><l n="16">ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.</l><l n="17">καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι</l><l n="18">Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,</l><l n="19">Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ</l><l n="20">ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.</l><l n="21">τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,</l><l n="22">Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.</l><l n="23">ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.</l><l n="24">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="26">οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος</l><l n="27">ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.</l><l n="28">νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει</l><l n="29">ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;</l><l n="30">ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,</l><l n="31">ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;</l><l n="32">ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;</l><l n="33">ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ</l><l n="34">Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="35"><milestone unit="para" ed="P"/>ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,</l><l n="36">οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,</l><l n="37">στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ</l><l n="38">κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.</l><milestone n="39" unit="card" ed="p"/><l n="39">πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="40"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι
                     αὐτός,</l><l n="41">ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.</l><l n="42">οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,</l><l n="43">ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,</l><l n="44">οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,</l><l n="45">ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ</l><l n="46">δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν</l><l n="47">τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·</l><l n="48">νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα</l><l n="49">πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.</l><l n="50">μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,</l><l n="51">τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,</l><l n="52">οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι</l><l n="53">Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,</l><l n="54">δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·</l><l n="55">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="56">βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας</l><l n="57">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον</l><l n="58">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="59">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="60">ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα</l><l n="61">λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.</l><l n="62">ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.</l><l n="63">οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς</l><l n="64">οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,</l><l n="65">ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,</l><l n="66">οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,</l><l n="67">μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.</l><l n="68">λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,</l><l n="69">ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·</l><l n="70">σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ</l><l n="71">τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς</l><l n="72">δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,</l><l n="73">τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,</l><l n="74">τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="75">ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.</l><l n="76">εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·</l><l n="77">τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ</l><l n="78">χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·</l><l n="79">νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.</l></q><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="81">δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.</l><l n="82">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη</l><l n="83">Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·</l><milestone n="84" unit="card" ed="p"/><l n="84">Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>