<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.441-2.51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.441-2.51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l><l n="13">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·</l><l n="14">ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.</l><l n="15">τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,</l><l n="16">ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.</l><l n="17">καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι</l><l n="18">Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,</l><l n="19">Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ</l><l n="20">ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.</l><l n="21">τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,</l><l n="22">Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.</l><l n="23">ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.</l><l n="24">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="26">οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος</l><l n="27">ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.</l><l n="28">νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει</l><l n="29">ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;</l><l n="30">ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,</l><l n="31">ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;</l><l n="32">ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;</l><l n="33">ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ</l><l n="34">Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="35"><milestone unit="para" ed="P"/>ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,</l><l n="36">οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,</l><l n="37">στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ</l><l n="38">κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.</l><milestone n="39" unit="card" ed="p"/><l n="39">πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="40"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι
                     αὐτός,</l><l n="41">ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.</l><l n="42">οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,</l><l n="43">ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,</l><l n="44">οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,</l><l n="45">ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ</l><l n="46">δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν</l><l n="47">τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·</l><l n="48">νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα</l><l n="49">πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.</l><l n="50">μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,</l><l n="51">τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>