<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.433-2.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.433-2.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="433">εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·</l><l n="434">ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα</l><l n="435">δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.</l><l n="436">ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,</l><l n="437">ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·</l><l n="438">καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.</l><l n="439">ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,</l><l n="440">πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι</l><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>