<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.411-2.376</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.411-2.376</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="411">γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="413">Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·</l><l n="414">οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,</l><l n="415">οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ</l><l n="416">ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.</l><l n="417">ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,</l><l n="418">Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι</l><l n="419">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.</l></q><l n="420"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.</l><milestone n="421" unit="card" ed="p"/><l n="421">οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="422">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="423">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·</l><l n="424">δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.</l><l n="425">Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς</l><l n="426">ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="427">ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.</l><l n="428">τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα</l><l n="429">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,</l><l n="430">τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν</l><l n="431">πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,</l><l n="432">ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,</l><l n="433">εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·</l><l n="434">ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα</l><l n="435">δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.</l><l n="436">ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,</l><l n="437">ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·</l><l n="438">καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.</l><l n="439">ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,</l><l n="440">πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι</l><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l><l n="13">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·</l><l n="14">ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.</l><l n="15">τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,</l><l n="16">ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.</l><l n="17">καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι</l><l n="18">Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,</l><l n="19">Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ</l><l n="20">ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.</l><l n="21">τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,</l><l n="22">Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.</l><l n="23">ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.</l><l n="24">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="26">οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος</l><l n="27">ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.</l><l n="28">νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει</l><l n="29">ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;</l><l n="30">ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,</l><l n="31">ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;</l><l n="32">ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;</l><l n="33">ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ</l><l n="34">Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="35"><milestone unit="para" ed="P"/>ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,</l><l n="36">οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,</l><l n="37">στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ</l><l n="38">κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.</l><milestone n="39" unit="card" ed="p"/><l n="39">πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="40"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι
                     αὐτός,</l><l n="41">ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.</l><l n="42">οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,</l><l n="43">ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,</l><l n="44">οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,</l><l n="45">ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ</l><l n="46">δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν</l><l n="47">τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·</l><l n="48">νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα</l><l n="49">πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.</l><l n="50">μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,</l><l n="51">τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,</l><l n="52">οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι</l><l n="53">Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,</l><l n="54">δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·</l><l n="55">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="56">βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας</l><l n="57">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον</l><l n="58">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="59">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="60">ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα</l><l n="61">λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.</l><l n="62">ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.</l><l n="63">οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς</l><l n="64">οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,</l><l n="65">ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,</l><l n="66">οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,</l><l n="67">μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.</l><l n="68">λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,</l><l n="69">ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·</l><l n="70">σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ</l><l n="71">τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς</l><l n="72">δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,</l><l n="73">τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,</l><l n="74">τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="75">ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.</l><l n="76">εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·</l><l n="77">τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ</l><l n="78">χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·</l><l n="79">νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.</l></q><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="81">δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.</l><l n="82">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη</l><l n="83">Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·</l><milestone n="84" unit="card" ed="p"/><l n="84">Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες</l><l n="86">ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.</l><l n="87">σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,</l><l n="88">ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.</l><l n="89">ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,</l><l n="90">ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="91">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ</l><l n="92">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l><l n="93">ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="94">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="95">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="96"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="97">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="98">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="99">Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν</l><l n="100">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="101">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.</l><l n="102">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><l n="103"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="104">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="105">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="106">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="107">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="108">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="109">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="110">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·</l><l n="111">σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς</l><l n="112">αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·</l><l n="113">μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι</l><l n="114">τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.</l><l n="115">εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,</l><l n="116">τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη</l><l n="117">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς</l><l n="118">κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,</l><l n="119">τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,</l><l n="120">Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·</l><l n="121">τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ</l><l n="122">ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.</l><l n="123">τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,</l><l n="124">ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν</l><l n="125">ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ</l><l n="126">ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.</l><l n="127">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="128">πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="130">Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι</l><l n="131">ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,</l><l n="132">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν</l><l n="133">Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.</l><l n="134">ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων</l><l n="135">δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς</l><l n="136">οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων</l><l n="137">ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.</l><l n="138">ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,</l><l n="139">ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας</l><l n="140">ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="141">εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="142">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="143">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="144">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.</l><l n="145">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="146"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς</l><l n="147">ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.</l><l n="148">τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο</l><l n="149">πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·</l><l n="150">ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,</l><l n="151">ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,</l><l n="152">ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·</l><l n="153">δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς</l><l n="154">δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.</l><l n="155">θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·</l><l n="156">ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.</l><l n="157">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="158">Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο</l><l n="159">ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·</l><l n="160">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="161"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="162">μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·</l><l n="163">τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς</l><l n="164">δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη</l><l n="165">ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει</l><l n="166">πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,</l><l n="167">οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν</l><l n="168">φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ</l><l n="169">παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.</l><l n="170">οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·</l><l n="171">καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,</l><l n="172">ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="173">Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.</l><l n="174">φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,</l><l n="175">ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ</l><l n="176">οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l></q><milestone n="177" unit="card" ed="p"/><l n="177"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="178">ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν</l><l n="179">οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·</l><l n="180">ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.</l><l n="181">ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο</l><l n="182">φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς</l><l n="183">ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ</l><l n="184">ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,</l><l n="185">οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,</l><l n="186">σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.</l><l n="187">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="188">αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς</l><l n="189">παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,</l><l n="190">αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,</l><l n="191">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·</l><l n="192">σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ</l><l n="193">τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.</l><l n="194">Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·</l><l n="195">μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·</l><l n="196">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="197">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="198">οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν</l><l n="199">μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,</l><l n="200">οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,</l><l n="201">οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,</l><l n="202">μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.</l><l n="203">χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα</l><l n="204">ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς</l><l n="205">ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα</l><l n="206">εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας</l><l n="207">ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.</l></q><l n="208"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="209">Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="210">ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·</l><l n="211">ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.</l><l n="212">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="213">οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.</l><l n="214">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="229"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="230">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="231">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="232">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="233">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="234">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="235">ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω</l><l n="236">ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·</l><l n="237">σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως</l><l n="238">οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="239">νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες</l><l n="240">ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι</l><l n="241">παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.</l></q><l n="242"><milestone unit="para" ed="P"/>τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="243">Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες</l><l n="244">ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ</l><l n="245">ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.</l><l n="246">εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν</l><l n="247">δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς</l><l n="248">ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,</l><l n="249">οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,</l><l n="250">ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,</l><l n="251">εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.</l><l n="252">ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,</l><l n="253">τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,</l><l n="254">οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.</l><l n="255">ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων</l><l n="256">πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.</l></q><l n="257"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="258">οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,</l><l n="259">μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.</l><l n="260"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="261">χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="262">κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ</l><l n="263">καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον</l><l n="264">νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο</l><l n="265">ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,</l><l n="266">μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.</l></q><milestone n="267" unit="card" ed="p"/><l n="267"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="268">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,</l><l n="269">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="270"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ
                     ἀνοήμων,</l><l n="271">εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,</l><l n="272">οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·</l><l n="273">οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.</l><l n="274">εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,</l><l n="275">οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.</l><l n="276">παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,</l><l n="277">οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.</l><l n="278">ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,</l><l n="279">οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,</l><l n="280">ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.</l><l n="281">τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε</l><l n="282">ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·</l><l n="283">οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="284">ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.</l><l n="285">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·</l><l n="286">τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,</l><l n="287">ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.</l><l n="288">ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,</l><l n="289">ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,</l><l n="290">οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,</l><l n="291">δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους</l><l n="292">αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες</l><l n="293">πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·</l><l n="294">τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,</l><l n="295">ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="297">Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="298">βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,</l><l n="299">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,</l><l n="300">αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.</l><l n="301">Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,</l><l n="302">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="303"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι
                     ἄλλο</l><l n="304">ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,</l><l n="305">ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.</l><l n="306">ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,</l><l n="307">νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι</l><l n="308">ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.</l></q><milestone n="309" unit="card" ed="p"/><l n="309"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="310">Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν</l><l n="311">δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.</l><l n="312">ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ</l><l n="313">κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;</l><l n="314">νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων</l><l n="315">πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,</l><l n="316">πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,</l><l n="317">ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.</l><l n="318">εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,</l><l n="319">ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων</l><l n="320">γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο</l><l n="322">ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.</l><l n="323">οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.</l><l n="324">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.</l><l n="326">ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος</l><l n="327">ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·</l><l n="328">ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,</l><l n="329">ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,</l><l n="330">ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.</l></q><l n="331"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="332">τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς</l><l n="333">τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;</l><l n="334">οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·</l><l n="335">κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε</l><l n="336">τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς</l><l n="338">εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο</l><l n="339">ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·</l><l n="340">ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο</l><l n="341">ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,</l><l n="342">ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς</l><l n="343">οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.</l><l n="344">κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,</l><l n="345">δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ</l><l n="346">ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,</l><l n="347">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.</l><l n="348">τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·</l><q type="unspecified"><l n="349"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν
                     ἄφυσσον</l><l n="350">ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις</l><l n="351">κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι</l><l n="352">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="353">δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.</l><l n="354">ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·</l><l n="355">εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.</l><l n="356">αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·</l><l n="357">ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ</l><l n="358">μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.</l><l n="359">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="360">νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,</l><l n="362">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="363">τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="364">ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν</l><l n="365">μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l n="366">διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.</l><l n="367">οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,</l><l n="368">ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.</l><l n="369">ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ</l><l n="370">πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="372">θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.</l><l n="373">ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,</l><l n="374">πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,</l><l n="375">ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="376">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>