<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.406-1.432</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.406-1.432</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="406">ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι</l><l n="407">γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.</l><l n="408">ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,</l><l n="409">ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;</l><l n="410">οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε</l><l n="411">γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="413">Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·</l><l n="414">οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,</l><l n="415">οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ</l><l n="416">ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.</l><l n="417">ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,</l><l n="418">Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι</l><l n="419">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.</l></q><l n="420"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.</l><milestone n="421" unit="card" ed="p"/><l n="421">οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="422">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="423">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·</l><l n="424">δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.</l><l n="425">Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς</l><l n="426">ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="427">ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.</l><l n="428">τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα</l><l n="429">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,</l><l n="430">τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν</l><l n="431">πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,</l><l n="432">ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>