<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.365-2.11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.365-2.11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l><l n="375">ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="376">εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="377">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="378">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="379">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·</l><l n="380">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="381"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="382">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.</l><l n="383"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="384">Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ</l><l n="385">ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·</l><l n="386">μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων</l><l n="387">ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.</l></q><l n="388"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="389">Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="390">καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.</l><l n="391">ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;</l><l n="392">οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ</l><l n="393">ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.</l><l n="394">ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι</l><l n="395">πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,</l><l n="396">τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·</l><l n="397">αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο</l><l n="398">καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.</l></q><l n="399"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="400">Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="401">ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·</l><l n="402">κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.</l><l n="403">μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν</l><l n="404">κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.</l><l n="405">ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,</l><l n="406">ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι</l><l n="407">γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.</l><l n="408">ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,</l><l n="409">ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;</l><l n="410">οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε</l><l n="411">γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="413">Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·</l><l n="414">οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,</l><l n="415">οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ</l><l n="416">ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.</l><l n="417">ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,</l><l n="418">Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι</l><l n="419">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.</l></q><l n="420"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.</l><milestone n="421" unit="card" ed="p"/><l n="421">οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="422">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="423">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·</l><l n="424">δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.</l><l n="425">Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς</l><l n="426">ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="427">ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.</l><l n="428">τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα</l><l n="429">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,</l><l n="430">τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν</l><l n="431">πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,</l><l n="432">ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,</l><l n="433">εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·</l><l n="434">ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα</l><l n="435">δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.</l><l n="436">ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,</l><l n="437">ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·</l><l n="438">καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.</l><l n="439">ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,</l><l n="440">πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι</l><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>