<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.361-1.390</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.361-1.390</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="361">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="362">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="363">κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="364">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l><l n="375">ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="376">εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="377">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="378">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="379">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·</l><l n="380">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="381"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="382">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.</l><l n="383"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="384">Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ</l><l n="385">ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·</l><l n="386">μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων</l><l n="387">ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.</l></q><l n="388"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="389">Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="390">καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>