<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.306-2.166</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.306-2.166</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="306"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="307">ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,</l><l n="308">ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.</l><l n="309">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="310">ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,</l><l n="311">δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,</l><l n="312">τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται</l><l n="313">ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.</l></q><l n="314"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="315">μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.</l><l n="316">δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,</l><l n="317">αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,</l><l n="318">καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.</l></q><l n="319"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="320">ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ</l><l n="321">θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς</l><l n="322">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας</l><l n="323">θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.</l><l n="324">αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.</l><milestone n="325" unit="card" ed="p"/><l n="325"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ</l><l n="326">ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε</l><l n="327">λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.</l><l n="328">τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν</l><l n="329">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·</l><l n="330">κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,</l><l n="331">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="332">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="333">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="334">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="335">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="336">δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·</l><q type="unspecified"><l n="337"><milestone unit="para" ed="P"/>Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
                     οἶδας,</l><l n="338">ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·</l><l n="339">τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ</l><l n="340">οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς</l><l n="341">λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="342">τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.</l><l n="343">τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,</l><l n="344">ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l></q><l n="345"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="346">μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν</l><l n="347">τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ</l><l n="348">αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν</l><l n="349">ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.</l><l n="350">τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·</l><l n="351">τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,</l><l n="352">ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.</l><l n="353">σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·</l><l n="354">οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ</l><l n="355">ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.</l><l n="356">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="357">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="358">ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει</l><l n="359">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><l n="360"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="361">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="362">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="363">κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="364">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l><l n="375">ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="376">εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="377">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="378">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="379">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·</l><l n="380">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="381"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="382">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.</l><l n="383"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="384">Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ</l><l n="385">ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·</l><l n="386">μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων</l><l n="387">ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.</l></q><l n="388"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="389">Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="390">καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.</l><l n="391">ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;</l><l n="392">οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ</l><l n="393">ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.</l><l n="394">ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι</l><l n="395">πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,</l><l n="396">τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·</l><l n="397">αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο</l><l n="398">καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.</l></q><l n="399"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="400">Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="401">ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·</l><l n="402">κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.</l><l n="403">μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν</l><l n="404">κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.</l><l n="405">ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,</l><l n="406">ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι</l><l n="407">γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.</l><l n="408">ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,</l><l n="409">ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;</l><l n="410">οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε</l><l n="411">γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="413">Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·</l><l n="414">οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,</l><l n="415">οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ</l><l n="416">ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.</l><l n="417">ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,</l><l n="418">Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι</l><l n="419">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.</l></q><l n="420"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.</l><milestone n="421" unit="card" ed="p"/><l n="421">οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="422">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="423">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·</l><l n="424">δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.</l><l n="425">Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς</l><l n="426">ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="427">ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.</l><l n="428">τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα</l><l n="429">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,</l><l n="430">τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν</l><l n="431">πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,</l><l n="432">ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,</l><l n="433">εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·</l><l n="434">ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα</l><l n="435">δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.</l><l n="436">ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,</l><l n="437">ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·</l><l n="438">καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.</l><l n="439">ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,</l><l n="440">πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι</l><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l><l n="13">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·</l><l n="14">ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.</l><l n="15">τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,</l><l n="16">ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.</l><l n="17">καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι</l><l n="18">Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,</l><l n="19">Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ</l><l n="20">ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.</l><l n="21">τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,</l><l n="22">Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.</l><l n="23">ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.</l><l n="24">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="26">οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος</l><l n="27">ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.</l><l n="28">νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει</l><l n="29">ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;</l><l n="30">ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,</l><l n="31">ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;</l><l n="32">ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;</l><l n="33">ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ</l><l n="34">Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="35"><milestone unit="para" ed="P"/>ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,</l><l n="36">οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,</l><l n="37">στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ</l><l n="38">κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.</l><milestone n="39" unit="card" ed="p"/><l n="39">πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="40"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι
                     αὐτός,</l><l n="41">ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.</l><l n="42">οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,</l><l n="43">ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,</l><l n="44">οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,</l><l n="45">ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ</l><l n="46">δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν</l><l n="47">τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·</l><l n="48">νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα</l><l n="49">πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.</l><l n="50">μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,</l><l n="51">τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,</l><l n="52">οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι</l><l n="53">Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,</l><l n="54">δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·</l><l n="55">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="56">βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας</l><l n="57">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον</l><l n="58">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="59">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="60">ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα</l><l n="61">λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.</l><l n="62">ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.</l><l n="63">οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς</l><l n="64">οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,</l><l n="65">ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,</l><l n="66">οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,</l><l n="67">μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.</l><l n="68">λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,</l><l n="69">ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·</l><l n="70">σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ</l><l n="71">τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς</l><l n="72">δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,</l><l n="73">τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,</l><l n="74">τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="75">ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.</l><l n="76">εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·</l><l n="77">τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ</l><l n="78">χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·</l><l n="79">νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.</l></q><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="81">δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.</l><l n="82">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη</l><l n="83">Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·</l><milestone n="84" unit="card" ed="p"/><l n="84">Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες</l><l n="86">ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.</l><l n="87">σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,</l><l n="88">ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.</l><l n="89">ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,</l><l n="90">ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="91">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ</l><l n="92">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l><l n="93">ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="94">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="95">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="96"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="97">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="98">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="99">Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν</l><l n="100">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="101">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.</l><l n="102">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><l n="103"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="104">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="105">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="106">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="107">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="108">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="109">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="110">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·</l><l n="111">σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς</l><l n="112">αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·</l><l n="113">μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι</l><l n="114">τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.</l><l n="115">εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,</l><l n="116">τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη</l><l n="117">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς</l><l n="118">κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,</l><l n="119">τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,</l><l n="120">Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·</l><l n="121">τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ</l><l n="122">ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.</l><l n="123">τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,</l><l n="124">ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν</l><l n="125">ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ</l><l n="126">ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.</l><l n="127">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="128">πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="130">Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι</l><l n="131">ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,</l><l n="132">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν</l><l n="133">Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.</l><l n="134">ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων</l><l n="135">δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς</l><l n="136">οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων</l><l n="137">ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.</l><l n="138">ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,</l><l n="139">ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας</l><l n="140">ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="141">εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="142">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="143">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="144">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.</l><l n="145">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="146"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς</l><l n="147">ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.</l><l n="148">τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο</l><l n="149">πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·</l><l n="150">ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,</l><l n="151">ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,</l><l n="152">ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·</l><l n="153">δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς</l><l n="154">δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.</l><l n="155">θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·</l><l n="156">ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.</l><l n="157">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="158">Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο</l><l n="159">ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·</l><l n="160">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="161"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="162">μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·</l><l n="163">τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς</l><l n="164">δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη</l><l n="165">ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει</l><l n="166">πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>