<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.289-1.432</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.289-1.432</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="289">εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,</l><l n="290">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="291">σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι</l><l n="292">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.</l><l n="293">αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,</l><l n="294">φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="295">ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="296">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ</l><l n="297">νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.</l><l n="298">ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης</l><l n="299">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,</l><l n="300">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;</l><l n="301">καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="302">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l><l n="303">αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη</l><l n="304">ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·</l><l n="305">σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.</l></q><l n="306"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="307">ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,</l><l n="308">ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.</l><l n="309">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="310">ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,</l><l n="311">δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,</l><l n="312">τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται</l><l n="313">ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.</l></q><l n="314"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="315">μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.</l><l n="316">δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,</l><l n="317">αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,</l><l n="318">καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.</l></q><l n="319"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="320">ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ</l><l n="321">θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς</l><l n="322">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας</l><l n="323">θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.</l><l n="324">αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.</l><milestone n="325" unit="card" ed="p"/><l n="325"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ</l><l n="326">ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε</l><l n="327">λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.</l><l n="328">τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν</l><l n="329">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·</l><l n="330">κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,</l><l n="331">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="332">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="333">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="334">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="335">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="336">δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·</l><q type="unspecified"><l n="337"><milestone unit="para" ed="P"/>Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
                     οἶδας,</l><l n="338">ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·</l><l n="339">τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ</l><l n="340">οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς</l><l n="341">λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="342">τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.</l><l n="343">τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,</l><l n="344">ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l></q><l n="345"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="346">μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν</l><l n="347">τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ</l><l n="348">αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν</l><l n="349">ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.</l><l n="350">τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·</l><l n="351">τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,</l><l n="352">ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.</l><l n="353">σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·</l><l n="354">οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ</l><l n="355">ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.</l><l n="356">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="357">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="358">ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει</l><l n="359">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><l n="360"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="361">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="362">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="363">κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="364">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l><l n="375">ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="376">εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="377">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="378">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="379">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·</l><l n="380">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="381"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="382">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.</l><l n="383"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="384">Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ</l><l n="385">ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·</l><l n="386">μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων</l><l n="387">ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.</l></q><l n="388"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="389">Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="390">καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.</l><l n="391">ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;</l><l n="392">οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ</l><l n="393">ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.</l><l n="394">ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι</l><l n="395">πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,</l><l n="396">τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·</l><l n="397">αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο</l><l n="398">καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.</l></q><l n="399"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="400">Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="401">ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·</l><l n="402">κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.</l><l n="403">μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν</l><l n="404">κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.</l><l n="405">ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,</l><l n="406">ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι</l><l n="407">γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.</l><l n="408">ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,</l><l n="409">ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;</l><l n="410">οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε</l><l n="411">γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="413">Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·</l><l n="414">οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,</l><l n="415">οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ</l><l n="416">ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.</l><l n="417">ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,</l><l n="418">Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι</l><l n="419">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.</l></q><l n="420"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.</l><milestone n="421" unit="card" ed="p"/><l n="421">οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="422">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="423">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·</l><l n="424">δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.</l><l n="425">Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς</l><l n="426">ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="427">ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.</l><l n="428">τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα</l><l n="429">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,</l><l n="430">τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν</l><l n="431">πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,</l><l n="432">ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>