<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.277-1.322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.277-1.322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="277">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="278">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="279">σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·</l><milestone n="280" unit="card" ed="p"/><l n="280">νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,</l><l n="281">ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="282">ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς</l><l n="283">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.</l><l n="284">πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,</l><l n="285">κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·</l><l n="286">ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="287">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,</l><l n="288">ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·</l><l n="289">εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,</l><l n="290">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="291">σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι</l><l n="292">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.</l><l n="293">αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,</l><l n="294">φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="295">ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="296">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ</l><l n="297">νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.</l><l n="298">ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης</l><l n="299">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,</l><l n="300">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;</l><l n="301">καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="302">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l><l n="303">αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη</l><l n="304">ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·</l><l n="305">σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.</l></q><l n="306"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="307">ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,</l><l n="308">ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.</l><l n="309">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="310">ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,</l><l n="311">δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,</l><l n="312">τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται</l><l n="313">ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.</l></q><l n="314"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="315">μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.</l><l n="316">δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,</l><l n="317">αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,</l><l n="318">καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.</l></q><l n="319"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="320">ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ</l><l n="321">θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς</l><l n="322">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>