<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.25-1.48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.25-1.48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="25">ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.</l><l n="26">ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι</l><l n="27">Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.</l><l n="28">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="29">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,</l><l n="30">τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·</l><l n="31">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·</l><q type="unspecified"><l n="32"><milestone unit="para" ed="P"/>ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·</l><l n="33">ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ</l><l n="34">σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,</l><l n="35">ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο</l><l n="36">γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,</l><l n="37">εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,</l><l n="38">Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,</l><l n="39">μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·</l><l n="40">ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,</l><l n="41">ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.</l><l n="42">ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο</l><l n="43">πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="46">καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·</l><l n="47">ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·</l><l n="48">ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>