<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.233-1.261</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.233-1.261</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="233">ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·</l><l n="234">νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,</l><l n="235">οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων</l><l n="236">ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,</l><l n="237">εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,</l><l n="238">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l><l n="239">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="240">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.</l><l n="241">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·</l><l n="242">οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε</l><l n="243">κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω</l><l n="244">οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.</l><l n="245">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="246">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="247">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="248">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="249">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="250">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="251">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l></q><l n="252"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·</l><q type="unspecified"><l n="253">ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος</l><l n="254">δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.</l><l n="255">εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι</l><l n="256">σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,</l><l n="257">τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα</l><l n="258">οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,</l><l n="259">ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—</l><l n="260">ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="261">φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>