<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.208-1.276</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.208-1.276</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="208">αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας</l><l n="209">κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,</l><l n="210">πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι</l><l n="211">Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·</l><l n="212">ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.</l></q><l n="213"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="214">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="215">μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε</l><l n="216">οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.</l><l n="217">ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς</l><l n="218">ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.</l><l n="219">νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,</l><l n="220">τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.</l></q><l n="221"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="222">οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω</l><l n="223">θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.</l><l n="224">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="225">τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;</l><l n="226">εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·</l><l n="227">ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι</l><l n="228">δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ</l><l n="229">αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.</l></q><milestone n="230" unit="card" ed="p"/><l n="230"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="231">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="232">μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων</l><l n="233">ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·</l><l n="234">νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,</l><l n="235">οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων</l><l n="236">ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,</l><l n="237">εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,</l><l n="238">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l><l n="239">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="240">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.</l><l n="241">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·</l><l n="242">οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε</l><l n="243">κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω</l><l n="244">οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.</l><l n="245">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="246">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="247">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="248">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="249">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="250">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="251">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l></q><l n="252"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·</l><q type="unspecified"><l n="253">ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος</l><l n="254">δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.</l><l n="255">εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι</l><l n="256">σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,</l><l n="257">τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα</l><l n="258">οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,</l><l n="259">ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—</l><l n="260">ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="261">φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη</l><l n="262">ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ</l><l n="263">δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,</l><l n="264">ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—</l><l n="265">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="266">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="267">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="268">ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,</l><l n="269">οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,</l><l n="270">ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.</l><l n="271">εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·</l><l n="272">αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="273">μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.</l><l n="274">μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,</l><l n="275">μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,</l><l n="276">ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>