<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.163-1.216</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.163-1.216</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="163">εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,</l><l n="164">πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι</l><l n="165">ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.</l><l n="166">νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν</l><l n="167">θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων</l><l n="168">φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.</l><l n="169">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="170">τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="171">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="172">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="173">οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.</l><l n="174">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="175">ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι</l><l n="176">ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ</l><l n="177">ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="179">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="180">Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι</l><l n="181">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.</l><l n="182">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν</l><l n="183">πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,</l><l n="184">ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.</l><l n="185">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,</l><l n="186">ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.</l><l n="187">ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι</l><l n="188">ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν</l><l n="189">Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε</l><l n="190">ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν</l><l n="191">γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε</l><l n="192">παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν</l><l n="193">ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.</l><l n="194">νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,</l><l n="195">σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.</l><l n="196">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,</l><l n="197">ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="198">νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν</l><l n="199">ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.</l><l n="200">αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ</l><l n="201">ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,</l><l n="202">οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.</l><l n="203">οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης</l><l n="204">ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·</l><l n="205">φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.</l><l n="206">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="207">εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.</l><l n="208">αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας</l><l n="209">κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,</l><l n="210">πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι</l><l n="211">Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·</l><l n="212">ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.</l></q><l n="213"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="214">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="215">μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε</l><l n="216">οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>