<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.162-1.184</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.162-1.184</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="162">κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.</l><l n="163">εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,</l><l n="164">πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι</l><l n="165">ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.</l><l n="166">νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν</l><l n="167">θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων</l><l n="168">φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.</l><l n="169">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="170">τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="171">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="172">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="173">οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.</l><l n="174">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="175">ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι</l><l n="176">ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ</l><l n="177">ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="179">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="180">Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι</l><l n="181">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.</l><l n="182">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν</l><l n="183">πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,</l><l n="184">ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>