<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.117-1.145</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.117-1.145</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="117">τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.</l><l n="118">τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.</l><l n="119">βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ</l><l n="120">ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς</l><l n="121">χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="122">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="123"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα</l><l n="124">δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.</l></q><milestone n="125" unit="card" ed="p"/><l n="125"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.</l><l n="126">οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,</l><l n="127">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν</l><l n="128">δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα</l><l n="129">ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,</l><l n="130">αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,</l><l n="131">καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="132">πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων</l><l n="133">μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ</l><l n="134">δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,</l><l n="135">ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.</l><l n="136">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="137">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="138">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="139">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="140">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="141">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="142">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·</l><l n="143">κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.</l><l n="144"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα</l><l n="145">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>