<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.105-1.130</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.105-1.130</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="105">εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.</l><l n="106">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα</l><l n="107">πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον</l><l n="108">ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·</l><l n="109">κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες</l><l n="110">οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,</l><l n="111">οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας</l><l n="112">νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.</l><l n="113"><milestone unit="para" ed="P"/>τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,</l><l n="114">ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,</l><l n="115">ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν</l><l n="116">μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,</l><l n="117">τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.</l><l n="118">τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.</l><l n="119">βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ</l><l n="120">ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς</l><l n="121">χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="122">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="123"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα</l><l n="124">δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.</l></q><milestone n="125" unit="card" ed="p"/><l n="125"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.</l><l n="126">οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,</l><l n="127">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν</l><l n="128">δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα</l><l n="129">ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,</l><l n="130">αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>