<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.103-1.374</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.103-1.374</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="103">στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,</l><l n="104">οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="105">εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.</l><l n="106">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα</l><l n="107">πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον</l><l n="108">ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·</l><l n="109">κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες</l><l n="110">οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,</l><l n="111">οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας</l><l n="112">νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.</l><l n="113"><milestone unit="para" ed="P"/>τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,</l><l n="114">ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,</l><l n="115">ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν</l><l n="116">μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,</l><l n="117">τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.</l><l n="118">τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.</l><l n="119">βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ</l><l n="120">ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς</l><l n="121">χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="122">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="123"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα</l><l n="124">δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.</l></q><milestone n="125" unit="card" ed="p"/><l n="125"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.</l><l n="126">οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,</l><l n="127">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν</l><l n="128">δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα</l><l n="129">ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,</l><l n="130">αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,</l><l n="131">καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="132">πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων</l><l n="133">μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ</l><l n="134">δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,</l><l n="135">ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.</l><l n="136">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="137">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="138">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="139">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="140">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="141">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="142">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·</l><l n="143">κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.</l><l n="144"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα</l><l n="145">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="146">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="147">σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,</l><l n="148">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.</l><l n="149">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="150">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο</l><l n="151">μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,</l><l n="152">μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·</l><l n="153">κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν</l><l n="154">Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.</l><l n="155">ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.</l><l n="156"><milestone unit="para" ed="P"/>αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,</l><l n="157">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="158">ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="159">τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,</l><l n="160">ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,</l><l n="161">ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ</l><l n="162">κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.</l><l n="163">εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,</l><l n="164">πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι</l><l n="165">ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.</l><l n="166">νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν</l><l n="167">θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων</l><l n="168">φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.</l><l n="169">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="170">τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="171">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="172">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="173">οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.</l><l n="174">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="175">ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι</l><l n="176">ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ</l><l n="177">ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="179">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="180">Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι</l><l n="181">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.</l><l n="182">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν</l><l n="183">πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,</l><l n="184">ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.</l><l n="185">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,</l><l n="186">ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.</l><l n="187">ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι</l><l n="188">ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν</l><l n="189">Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε</l><l n="190">ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν</l><l n="191">γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε</l><l n="192">παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν</l><l n="193">ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.</l><l n="194">νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,</l><l n="195">σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.</l><l n="196">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,</l><l n="197">ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="198">νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν</l><l n="199">ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.</l><l n="200">αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ</l><l n="201">ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,</l><l n="202">οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.</l><l n="203">οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης</l><l n="204">ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·</l><l n="205">φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.</l><l n="206">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="207">εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.</l><l n="208">αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας</l><l n="209">κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,</l><l n="210">πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι</l><l n="211">Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·</l><l n="212">ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.</l></q><l n="213"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="214">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="215">μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε</l><l n="216">οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.</l><l n="217">ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς</l><l n="218">ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.</l><l n="219">νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,</l><l n="220">τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.</l></q><l n="221"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="222">οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω</l><l n="223">θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.</l><l n="224">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="225">τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;</l><l n="226">εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·</l><l n="227">ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι</l><l n="228">δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ</l><l n="229">αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.</l></q><milestone n="230" unit="card" ed="p"/><l n="230"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="231">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="232">μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων</l><l n="233">ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·</l><l n="234">νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,</l><l n="235">οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων</l><l n="236">ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,</l><l n="237">εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,</l><l n="238">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l><l n="239">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="240">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.</l><l n="241">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·</l><l n="242">οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε</l><l n="243">κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω</l><l n="244">οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.</l><l n="245">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="246">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="247">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="248">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="249">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="250">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="251">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l></q><l n="252"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·</l><q type="unspecified"><l n="253">ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος</l><l n="254">δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.</l><l n="255">εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι</l><l n="256">σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,</l><l n="257">τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα</l><l n="258">οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,</l><l n="259">ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—</l><l n="260">ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="261">φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη</l><l n="262">ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ</l><l n="263">δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,</l><l n="264">ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—</l><l n="265">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="266">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="267">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="268">ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,</l><l n="269">οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,</l><l n="270">ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.</l><l n="271">εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·</l><l n="272">αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="273">μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.</l><l n="274">μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,</l><l n="275">μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,</l><l n="276">ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·</l><l n="277">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="278">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="279">σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·</l><milestone n="280" unit="card" ed="p"/><l n="280">νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,</l><l n="281">ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="282">ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς</l><l n="283">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.</l><l n="284">πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,</l><l n="285">κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·</l><l n="286">ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="287">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,</l><l n="288">ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·</l><l n="289">εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,</l><l n="290">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="291">σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι</l><l n="292">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.</l><l n="293">αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,</l><l n="294">φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="295">ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="296">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ</l><l n="297">νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.</l><l n="298">ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης</l><l n="299">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,</l><l n="300">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;</l><l n="301">καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="302">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l><l n="303">αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη</l><l n="304">ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·</l><l n="305">σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.</l></q><l n="306"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="307">ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,</l><l n="308">ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.</l><l n="309">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="310">ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,</l><l n="311">δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,</l><l n="312">τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται</l><l n="313">ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.</l></q><l n="314"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="315">μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.</l><l n="316">δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,</l><l n="317">αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,</l><l n="318">καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.</l></q><l n="319"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="320">ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ</l><l n="321">θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς</l><l n="322">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας</l><l n="323">θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.</l><l n="324">αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.</l><milestone n="325" unit="card" ed="p"/><l n="325"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ</l><l n="326">ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε</l><l n="327">λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.</l><l n="328">τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν</l><l n="329">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·</l><l n="330">κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,</l><l n="331">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="332">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="333">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="334">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="335">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="336">δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·</l><q type="unspecified"><l n="337"><milestone unit="para" ed="P"/>Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
                     οἶδας,</l><l n="338">ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·</l><l n="339">τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ</l><l n="340">οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς</l><l n="341">λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="342">τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.</l><l n="343">τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,</l><l n="344">ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l></q><l n="345"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="346">μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν</l><l n="347">τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ</l><l n="348">αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν</l><l n="349">ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.</l><l n="350">τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·</l><l n="351">τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,</l><l n="352">ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.</l><l n="353">σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·</l><l n="354">οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ</l><l n="355">ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.</l><l n="356">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="357">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="358">ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει</l><l n="359">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><l n="360"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="361">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="362">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="363">κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="364">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>