<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.1-2.53</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.1-2.53</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="1">ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ</l><l n="2">πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·</l><l n="3">πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,</l><l n="4">πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,</l><l n="5">ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.</l><l n="6">ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·</l><l n="7">αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,</l><l n="8">νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο</l><l n="9">ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="10">τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.</l><l n="11"><milestone unit="para" ed="P"/>ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν
                  ὄλεθρον,</l><l n="12">οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·</l><l n="13">τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς</l><l n="14">νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων</l><l n="15">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.</l><l n="16">ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,</l><l n="17">τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι</l><l n="18">εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων</l><l n="19">καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες</l><l n="20">νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν</l><l n="21">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l><l n="22"><milestone unit="para" ed="P"/>ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,</l><l n="23">Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,</l><l n="24">οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,</l><l n="25">ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.</l><l n="26">ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι</l><l n="27">Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.</l><l n="28">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="29">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,</l><l n="30">τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·</l><l n="31">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·</l><q type="unspecified"><l n="32"><milestone unit="para" ed="P"/>ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·</l><l n="33">ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ</l><l n="34">σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,</l><l n="35">ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο</l><l n="36">γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,</l><l n="37">εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,</l><l n="38">Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,</l><l n="39">μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·</l><l n="40">ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,</l><l n="41">ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.</l><l n="42">ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο</l><l n="43">πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="46">καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·</l><l n="47">ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·</l><l n="48">ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,</l><l n="49">δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει</l><l n="50">νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.</l><l n="51">νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,</l><l n="52">Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης</l><l n="53">πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς</l><l n="54">μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.</l><l n="55">τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,</l><l n="56">αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν</l><l n="57">θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,</l><l n="58">ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι</l><l n="59">ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ</l><l n="60">ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς</l><l n="61">Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων</l><l n="62">Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;</l></q><l n="63"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="64">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="65">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="66">ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν</l><l n="67">ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="68">ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ</l><l n="69">Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,</l><l n="70">ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον</l><l n="71">πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,</l><l n="72">Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,</l><l n="73">ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.</l><l n="74">ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων</l><l n="75">οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.</l><l n="76">ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες</l><l n="77">νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει</l><l n="78">ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων</l><l n="79">ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="81">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="82">εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,</l><l n="83">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="84">Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην</l><l n="85">νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα</l><l n="86">νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,</l><l n="87">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·</l><l n="88">αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν</l><l n="89">μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,</l><l n="90">εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς</l><l n="91">πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ</l><l n="92">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.</l><l n="93">πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="94">νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,</l><l n="95">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="97">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="98">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·</l><l n="99">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,</l><l n="100">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="101">ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="102">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,</l><l n="103">στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,</l><l n="104">οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="105">εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.</l><l n="106">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα</l><l n="107">πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον</l><l n="108">ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·</l><l n="109">κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες</l><l n="110">οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,</l><l n="111">οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας</l><l n="112">νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.</l><l n="113"><milestone unit="para" ed="P"/>τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,</l><l n="114">ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,</l><l n="115">ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν</l><l n="116">μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,</l><l n="117">τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.</l><l n="118">τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.</l><l n="119">βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ</l><l n="120">ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς</l><l n="121">χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="122">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="123"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα</l><l n="124">δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.</l></q><milestone n="125" unit="card" ed="p"/><l n="125"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.</l><l n="126">οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,</l><l n="127">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν</l><l n="128">δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα</l><l n="129">ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,</l><l n="130">αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,</l><l n="131">καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="132">πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων</l><l n="133">μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ</l><l n="134">δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,</l><l n="135">ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.</l><l n="136">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="137">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="138">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="139">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="140">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="141">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="142">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·</l><l n="143">κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.</l><l n="144"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα</l><l n="145">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="146">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="147">σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,</l><l n="148">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.</l><l n="149">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="150">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο</l><l n="151">μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,</l><l n="152">μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·</l><l n="153">κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν</l><l n="154">Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.</l><l n="155">ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.</l><l n="156"><milestone unit="para" ed="P"/>αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,</l><l n="157">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="158">ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="159">τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,</l><l n="160">ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,</l><l n="161">ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ</l><l n="162">κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.</l><l n="163">εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,</l><l n="164">πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι</l><l n="165">ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.</l><l n="166">νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν</l><l n="167">θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων</l><l n="168">φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.</l><l n="169">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="170">τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="171">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="172">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="173">οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.</l><l n="174">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="175">ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι</l><l n="176">ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ</l><l n="177">ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="179">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="180">Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι</l><l n="181">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.</l><l n="182">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν</l><l n="183">πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,</l><l n="184">ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.</l><l n="185">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,</l><l n="186">ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.</l><l n="187">ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι</l><l n="188">ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν</l><l n="189">Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε</l><l n="190">ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν</l><l n="191">γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε</l><l n="192">παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν</l><l n="193">ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.</l><l n="194">νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,</l><l n="195">σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.</l><l n="196">οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,</l><l n="197">ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="198">νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν</l><l n="199">ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.</l><l n="200">αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ</l><l n="201">ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,</l><l n="202">οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.</l><l n="203">οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης</l><l n="204">ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·</l><l n="205">φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.</l><l n="206">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="207">εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.</l><l n="208">αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας</l><l n="209">κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,</l><l n="210">πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι</l><l n="211">Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·</l><l n="212">ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.</l></q><l n="213"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="214">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="215">μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε</l><l n="216">οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.</l><l n="217">ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς</l><l n="218">ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.</l><l n="219">νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,</l><l n="220">τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.</l></q><l n="221"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="222">οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω</l><l n="223">θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.</l><l n="224">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="225">τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;</l><l n="226">εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·</l><l n="227">ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι</l><l n="228">δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ</l><l n="229">αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.</l></q><milestone n="230" unit="card" ed="p"/><l n="230"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="231">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="232">μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων</l><l n="233">ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·</l><l n="234">νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,</l><l n="235">οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων</l><l n="236">ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,</l><l n="237">εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,</l><l n="238">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l><l n="239">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="240">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.</l><l n="241">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·</l><l n="242">οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε</l><l n="243">κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω</l><l n="244">οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.</l><l n="245">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="246">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="247">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="248">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="249">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="250">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="251">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l></q><l n="252"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·</l><q type="unspecified"><l n="253">ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος</l><l n="254">δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.</l><l n="255">εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι</l><l n="256">σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,</l><l n="257">τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα</l><l n="258">οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,</l><l n="259">ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—</l><l n="260">ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="261">φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη</l><l n="262">ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ</l><l n="263">δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,</l><l n="264">ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—</l><l n="265">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="266">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="267">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="268">ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,</l><l n="269">οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,</l><l n="270">ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.</l><l n="271">εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·</l><l n="272">αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="273">μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.</l><l n="274">μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,</l><l n="275">μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,</l><l n="276">ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·</l><l n="277">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="278">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="279">σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·</l><milestone n="280" unit="card" ed="p"/><l n="280">νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,</l><l n="281">ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="282">ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς</l><l n="283">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.</l><l n="284">πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,</l><l n="285">κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·</l><l n="286">ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="287">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,</l><l n="288">ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·</l><l n="289">εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,</l><l n="290">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="291">σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι</l><l n="292">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.</l><l n="293">αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,</l><l n="294">φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="295">ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="296">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ</l><l n="297">νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.</l><l n="298">ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης</l><l n="299">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,</l><l n="300">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;</l><l n="301">καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="302">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l><l n="303">αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη</l><l n="304">ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·</l><l n="305">σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.</l></q><l n="306"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="307">ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,</l><l n="308">ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.</l><l n="309">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="310">ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,</l><l n="311">δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,</l><l n="312">τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται</l><l n="313">ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.</l></q><l n="314"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="315">μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.</l><l n="316">δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,</l><l n="317">αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,</l><l n="318">καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.</l></q><l n="319"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="320">ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ</l><l n="321">θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς</l><l n="322">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας</l><l n="323">θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.</l><l n="324">αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.</l><milestone n="325" unit="card" ed="p"/><l n="325"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ</l><l n="326">ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε</l><l n="327">λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.</l><l n="328">τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν</l><l n="329">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·</l><l n="330">κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,</l><l n="331">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="332">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="333">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="334">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="335">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="336">δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·</l><q type="unspecified"><l n="337"><milestone unit="para" ed="P"/>Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
                     οἶδας,</l><l n="338">ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·</l><l n="339">τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ</l><l n="340">οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς</l><l n="341">λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="342">τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.</l><l n="343">τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,</l><l n="344">ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l></q><l n="345"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="346">μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν</l><l n="347">τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ</l><l n="348">αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν</l><l n="349">ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.</l><l n="350">τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·</l><l n="351">τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,</l><l n="352">ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.</l><l n="353">σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·</l><l n="354">οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ</l><l n="355">ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.</l><l n="356">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="357">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="358">ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει</l><l n="359">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><l n="360"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="361">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="362">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="363">κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="364">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l><l n="375">ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="376">εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="377">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="378">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="379">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·</l><l n="380">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="381"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="382">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.</l><l n="383"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="384">Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ</l><l n="385">ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·</l><l n="386">μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων</l><l n="387">ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.</l></q><l n="388"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="389">Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="390">καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.</l><l n="391">ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;</l><l n="392">οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ</l><l n="393">ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.</l><l n="394">ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι</l><l n="395">πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,</l><l n="396">τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·</l><l n="397">αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο</l><l n="398">καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.</l></q><l n="399"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="400">Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="401">ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·</l><l n="402">κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.</l><l n="403">μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν</l><l n="404">κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.</l><l n="405">ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,</l><l n="406">ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι</l><l n="407">γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.</l><l n="408">ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,</l><l n="409">ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;</l><l n="410">οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε</l><l n="411">γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="413">Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·</l><l n="414">οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,</l><l n="415">οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ</l><l n="416">ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.</l><l n="417">ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,</l><l n="418">Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι</l><l n="419">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.</l></q><l n="420"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.</l><milestone n="421" unit="card" ed="p"/><l n="421">οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="422">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="423">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·</l><l n="424">δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.</l><l n="425">Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς</l><l n="426">ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,</l><l n="427">ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.</l><l n="428">τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα</l><l n="429">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,</l><l n="430">τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν</l><l n="431">πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,</l><l n="432">ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,</l><l n="433">εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·</l><l n="434">ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα</l><l n="435">δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.</l><l n="436">ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,</l><l n="437">ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·</l><l n="438">καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.</l><l n="439">ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,</l><l n="440">πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι</l><l n="441">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ</l><l n="442">ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.</l><l n="443">ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,</l><l n="444">βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.</l></div><div n="2" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς</l><l n="3">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="4">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="5">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.</l><l n="6">αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="7">κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.</l><l n="8">οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="9">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="10">βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="11">οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l><l n="13">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·</l><l n="14">ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.</l><l n="15">τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,</l><l n="16">ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.</l><l n="17">καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι</l><l n="18">Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,</l><l n="19">Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ</l><l n="20">ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.</l><l n="21">τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,</l><l n="22">Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.</l><l n="23">ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.</l><l n="24">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="25"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="26">οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος</l><l n="27">ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.</l><l n="28">νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει</l><l n="29">ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;</l><l n="30">ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,</l><l n="31">ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;</l><l n="32">ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;</l><l n="33">ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ</l><l n="34">Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="35"><milestone unit="para" ed="P"/>ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,</l><l n="36">οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,</l><l n="37">στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ</l><l n="38">κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.</l><milestone n="39" unit="card" ed="p"/><l n="39">πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="40"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι
                     αὐτός,</l><l n="41">ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.</l><l n="42">οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,</l><l n="43">ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,</l><l n="44">οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,</l><l n="45">ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ</l><l n="46">δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν</l><l n="47">τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·</l><l n="48">νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα</l><l n="49">πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.</l><l n="50">μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,</l><l n="51">τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,</l><l n="52">οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι</l><l n="53">Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>