<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.1-1.144</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:1.1-1.144</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="1">ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ</l><l n="2">πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·</l><l n="3">πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,</l><l n="4">πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,</l><l n="5">ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.</l><l n="6">ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·</l><l n="7">αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,</l><l n="8">νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο</l><l n="9">ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="10">τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.</l><l n="11"><milestone unit="para" ed="P"/>ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν
                  ὄλεθρον,</l><l n="12">οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·</l><l n="13">τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς</l><l n="14">νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων</l><l n="15">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.</l><l n="16">ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,</l><l n="17">τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι</l><l n="18">εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων</l><l n="19">καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες</l><l n="20">νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν</l><l n="21">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l><l n="22"><milestone unit="para" ed="P"/>ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,</l><l n="23">Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,</l><l n="24">οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,</l><l n="25">ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.</l><l n="26">ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι</l><l n="27">Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.</l><l n="28">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="29">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,</l><l n="30">τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·</l><l n="31">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·</l><q type="unspecified"><l n="32"><milestone unit="para" ed="P"/>ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·</l><l n="33">ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ</l><l n="34">σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,</l><l n="35">ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο</l><l n="36">γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,</l><l n="37">εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,</l><l n="38">Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,</l><l n="39">μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·</l><l n="40">ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,</l><l n="41">ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.</l><l n="42">ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο</l><l n="43">πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="46">καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·</l><l n="47">ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·</l><l n="48">ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,</l><l n="49">δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει</l><l n="50">νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.</l><l n="51">νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,</l><l n="52">Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης</l><l n="53">πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς</l><l n="54">μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.</l><l n="55">τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,</l><l n="56">αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν</l><l n="57">θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,</l><l n="58">ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι</l><l n="59">ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ</l><l n="60">ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς</l><l n="61">Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων</l><l n="62">Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;</l></q><l n="63"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="64">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="65">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="66">ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν</l><l n="67">ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="68">ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ</l><l n="69">Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,</l><l n="70">ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον</l><l n="71">πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,</l><l n="72">Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,</l><l n="73">ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.</l><l n="74">ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων</l><l n="75">οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.</l><l n="76">ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες</l><l n="77">νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει</l><l n="78">ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων</l><l n="79">ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="81">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="82">εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,</l><l n="83">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="84">Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην</l><l n="85">νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα</l><l n="86">νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,</l><l n="87">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·</l><l n="88">αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν</l><l n="89">μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,</l><l n="90">εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς</l><l n="91">πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ</l><l n="92">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.</l><l n="93">πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="94">νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,</l><l n="95">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="97">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="98">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·</l><l n="99">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,</l><l n="100">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="101">ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="102">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,</l><l n="103">στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,</l><l n="104">οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,</l><l n="105">εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.</l><l n="106">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα</l><l n="107">πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον</l><l n="108">ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·</l><l n="109">κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες</l><l n="110">οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,</l><l n="111">οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας</l><l n="112">νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.</l><l n="113"><milestone unit="para" ed="P"/>τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,</l><l n="114">ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,</l><l n="115">ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν</l><l n="116">μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,</l><l n="117">τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.</l><l n="118">τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.</l><l n="119">βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ</l><l n="120">ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς</l><l n="121">χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="122">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="123"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
                     ἔπειτα</l><l n="124">δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.</l></q><milestone n="125" unit="card" ed="p"/><l n="125"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.</l><l n="126">οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,</l><l n="127">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν</l><l n="128">δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα</l><l n="129">ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,</l><l n="130">αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,</l><l n="131">καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="132">πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων</l><l n="133">μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ</l><l n="134">δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,</l><l n="135">ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.</l><l n="136">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="137">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="138">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="139">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="140">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="141">δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας</l><l n="142">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·</l><l n="143">κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.</l><l n="144"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>