<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:916-935</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:916-935</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="916">ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,</l><l n="917">καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ</l><l n="918">ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.</l><l n="919">καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·</l><l n="920">οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,</l><l n="921">οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο</l><l n="922">συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ</l><l n="923">ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.</l><l n="924">οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,</l><l n="925">οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,</l><l n="926">ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς</l><l n="927">οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην</l><l n="928">ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.</l><l n="929">σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν</l><l n="930">τὴν αὐτὸς αὑτοῦ, καί σʼ  ὁ πληθύων χρόνος</l><l n="931">γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.</l><l n="932">εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,</l><l n="933">τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,</l><l n="934">εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις</l><l n="935">εἶναι βίᾳ τε κοὐχ ἑκών·  καὶ ταῦτά σοι</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>