<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:774-793</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:774-793</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="774">πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.</l><l n="775">καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;</l><l n="776">ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν</l><l n="777">μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,</l><l n="778">πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε</l><l n="779">δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·</l><l n="780">ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;</l><l n="781">τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,</l><l n="782">λόγῳ μὲν ἐσθλά.  τοῖσι δʼ ἔργοισιν κακά.</l><l n="783">φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.</l><l n="784">ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,</l><l n="785">ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι</l><l n="786">κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.</l><l n="787">οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ</l><l n="788">χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·</l><l n="789">ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς</l><l n="790">χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.</l><l n="791">ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;</l><l n="792">πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,</l><l n="793">Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>