<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:608-627</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:608-627</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="608">δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων</l><l n="609">ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·</l><l n="610">ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν</l><l n="611">καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε</l><l n="612">πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ</l><l n="613">ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.</l><l n="614">καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος</l><l n="615">τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο</l><l n="616">τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·</l><l n="617">οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,</l><l n="618">εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα</l><l n="619">τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.</l><l n="620">ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι</l><l n="621">καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="622">οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,</l><l n="623">ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;</l><l n="624">πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν</l><l n="625">πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.</l></sp><sp><speaker>Ἔμπορος</speaker><l n="626">οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ</l><l n="627">ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>