<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:60-79</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:60-79</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="60">οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,</l><l n="61">μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,</l><l n="62">οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων</l><l n="63">ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,</l><l n="64">ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν</l><l n="65">θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά.</l><l n="66">τούτῳ  γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει</l><l n="67">μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.</l><l n="68">εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,</l><l n="69">οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.</l><l n="70">ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία</l><l n="71">πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.</l><l n="72">σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ</l><l n="73">οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·</l><l n="74">ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.</l><l n="75">ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,</l><l n="76">ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.</l><l n="77">ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς</l><l n="78">ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.</l><l n="79">ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>