<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:701-720</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:701-720</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="701">εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο</l><l n="702">Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·</l><l n="703">κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων</l><l n="704">ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας</l><l n="705">ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·</l><l n="706">ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·</l><l n="707">ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·</l><l n="708">Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.</l><l n="709">στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς</l><l n="710">κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,</l><l n="711">χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα</l><l n="712">ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν</l><l n="713">ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος</l><l n="714">κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω</l><l n="715">φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι</l><l n="716">φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι</l><l n="717">χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.</l><l n="718">ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις</l><l n="719">ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.</l><l n="720">κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>