<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:251-270</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:251-270</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="251">ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα</l><l n="252">καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς</l><l n="253">λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="254">αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ</l><l n="255">πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.</l><l n="256">ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,</l><l n="257">σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,</l><l n="258">πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;</l><l n="259">ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ</l><l n="260">θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·</l><l n="261">ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,</l><l n="262">ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν</l><l n="263">ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς</l><l n="264">ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι</l><l n="265">λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.</l><l n="266">ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,</l><l n="267">ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω</l><l n="268">τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα</l><l n="269">φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους</l><l n="270">σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>