<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:234-253</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2:234-253</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="234">δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,</l><l n="235">ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.</l><l n="236">τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς</l><l n="237">τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,</l><l n="238">μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,</l><l n="239">μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν</l><l n="240">κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν·</l><l n="241">ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος</l><l n="242">τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ</l><l n="243">μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.</l><l n="244">ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι</l><l n="245">τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·</l><l n="246">κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις</l><l n="247">εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,</l><l n="248">κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·</l><l n="249">ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος</l><l n="250">ἐν τοῖς ἐμοῖς γένοιτʼ  ἐμοῦ συνειδότος,</l><l n="251">παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.</l><l n="252">ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν,</l><l n="253">ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>