<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="21">ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων</l><l n="22">οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν</l><l n="23">θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·</l><l n="24">ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ</l><l n="25">μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.</l><l n="26">τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,</l><l n="27">εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν</l><l n="28">ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,</l><l n="29">κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει</l><l n="30">καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.</l><l n="31">κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,</l><l n="32">γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,</l><l n="33">σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.</l><l n="34">τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων</l><l n="35">αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.</l><l n="36">νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,</l><l n="37">ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.</l><l n="38">ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,</l><l n="39">ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι</l><l n="40">ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>