<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς,</l><l n="2">ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν</l><l n="3">θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·</l><l n="4">ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,</l><l n="5">ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,</l><l n="6">ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως</l><l n="7">ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνον</l><l n="8">ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.</l><l n="9">μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,</l><l n="10">ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,</l><l n="11">φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος</l><l n="12">δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει</l><l n="13">βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος</l><l n="14">κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.</l><l n="15">τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένη</l><l n="16">δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,</l><l n="17">πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.</l><l n="18">χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,</l><l n="19">ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·</l><l n="20">ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>