<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg020.perseus-grc2:141-155</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg020.perseus-grc2:141-155</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg020.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="141"><p>ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτα πέρας ἕξειν· οὐδένα γὰρ ἄλλον ποτὲ δυνήσεσθαι μείζω πρᾶξαι
          τούτων· οὔτε γὰρ ἐν τοῖς Ἕλλησι γενήσεσθαι τηλικοῦτον ἔργον, ὅσον ἐστὶ τὸ πάντας ἡμᾶς ἐκ
          τοσούτων πολέμων ἐπὶ τὴν ὁμόνοιαν προαγαγεῖν, οὔτε τοῖς βαρβάροις εἰκός ἐστι συστῆναι
          τηλικαύτην δύναμιν, ἢν τὴν νῦν ὑπάρχουσαν καταλύσῃς. </p></div><div subtype="section" type="textpart" n="142"><p>ὥστε τῶν μὲν ἐπιγιγνομένων οὐδʼ ἤν τις τῶν ἄλλων διενέγκῃ τὴν φύσιν, οὐδὲν ἕξει ποιῆσαι
          τοιοῦτον. ἀλλὰ μὴν τῶν γε προγεγενημένων ἔχω μὲν ὑπερβαλεῖν τὰς πράξεις τοῖς ἤδη διὰ σοῦ
          κατειργασμένοις, οὐ γλίσχρως, ἀλλʼ ἀληθινῶς· ὅστις γὰρ ἔθνη τοσαῦτα τυγχάνεις
          κατεστραμμένος ὅσας οὐδεὶς πώποτε τῶν Ἑλλήνων πόλεις εἷλε, πῶς οὐκ ἂν πρὸς ἕκαστον αὐτῶν
          ἀντιπαραβάλλων ῥᾳδίως ἂν ἐπέδειξα μείζω σε κἀκείνων διαπεπραγμένον; </p></div><div subtype="section" type="textpart" n="143"><p>ἀλλὰ γὰρ εἱλόμην ἀποσχέσθαι τῆς τοιαύτης ἰδέας διʼ ἀμφότερα, διά τε τοὺς οὐκ εὐκαίρως
          αὐτῇ χρωμένους, καὶ διὰ τὸ μὴ βούλεσθαι ταπεινοτέρους ποιεῖν τῶν νῦν ὄντων τοὺς ἡμιθέους
          εἶναι νομιζομένους. </p></div><div subtype="section" type="textpart" n="144"><p>ἐνθυμοῦ δʼ, ἵνα τι καὶ τῶν ἀρχαίων εἴπωμεν, ὅτι τὸν Ταντάλου πλοῦτον καὶ τὴν Πέλοπος
          ἀρχὴν καὶ τὴν Εὐρυσθέως δύναμιν οὐδεὶς ἂν οὔτε λόγων εὑρετὴς οὔτε ποιητὴς ἐπαινέσειεν,
          ἀλλὰ μετά γε τὴν Ἡρακλέους ὑπερβολὴν καὶ τὴν Θησέως ἀρετὴν τοὺς ἐπὶ Τροίαν στρατευσαμένους
          καὶ τοὺς ἐκείνοις ὁμοίους γενομένους ἅπαντες ἂν εὐλογήσειαν. </p></div><div subtype="section" type="textpart" n="145"><p>καίτοι τοὺς ὀνομαστοτάτους καὶ τοὺς ἀρίστους αὐτῶν ἴσμεν ἐν μικροῖς πολιχνίοις καὶ
          νησυδρίοις τὰς ἀρχὰς κατασχόντας. ἀλλʼ ὅμως ἰσόθεον καὶ παρὰ πᾶσιν ὀνομαστὴν τὴν αὑτῶν
          δόξαν κατέλιπον· ἅπαντες γὰρ φιλοῦσιν οὐ τοὺς σφίσιν αὐτοῖς μεγίστην δυναστείαν
          κτησαμένους, ἀλλὰ τοὺς τοῖς Ἕλλησι πλείστων ἀγαθῶν αἰτίους γεγενημένους. </p></div><div subtype="section" type="textpart" n="146"><p> οὐ μόνον δʼ ἐπὶ τούτων αὐτοὺς ὄψει τὴν γνώμην ταύτην ἔχοντας, ἀλλʼ ἐπὶ πάντων ὁμοίως·
          ἐπεὶ καὶ τὴν πόλιν ἡμῶν οὐδεὶς ἂν ἐπαινέσειεν, οὔθʼ ὅτι τῆς θαλάττης ἦρξεν οὔθʼ ὅτι
          τοσοῦτον πλῆθος χρημάτων εἰσπράξασα τοὺς συμμάχους εἰς τὴν ἀκρόπολιν ἀνήνεγκεν, ἀλλὰ μὴν
          οὐδʼ ὅτι πολλῶν πόλεων ἐξουσίαν ἔλαβε, τὰς μὲν ἀναστάτους ποιῆσαι, τὰς δʼ αὐξῆσαι, τὰς δʼ
          ὅπως ἐβουλήθη διοικῆσαι· </p></div><div subtype="section" type="textpart" n="147"><p> πάντα γὰρ ταῦτα παρῆν αὐτῇ πράττειν· ἀλλʼ ἐκ τούτων μὲν πολλαὶ κατηγορίαι κατʼ αὐτῆς
          γεγόνασιν, ἐκ δὲ τῆς Μαραθῶνι μάχης καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας, καὶ μάλισθʼ ὅτι τὴν
          αὑτῶν ἐξέλιπον ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας, ἅπαντες αὐτὴν ἐγκωμιάζουσιν. </p></div><div subtype="section" type="textpart" n="148"><p>τὴν αὐτὴν δὲ γνώμην καὶ περὶ Δακεδαιμονίων ἔχουσιν· καὶ γὰρ ἐκείνων μᾶλλον ἄγανται τὴν
          ἧτταν τὴν ἐν Θερμοπύλαις ἢ τὰς ἄλλας νίκας, καὶ τὸ τρόπαιον τὸ μὲν κατʼ ἐκείνων ὑπὸ τῶν
          βαρβάρων σταθὲν ἀγαπῶσι καὶ θεωροῦσι, τὰ δʼ ὑπὸ Δακεδαιμονίων κατὰ τῶν ἄλλων οὐκ
          ἐπαινοῦσιν ἀλλʼ ἀηδῶς ὁρῶσιν· ἡγοῦνται γὰρ τὸ μὲν ἀρετῆς εἶναι σημεῖον, τὰ δὲ πλεονεξίας.
        </p></div><div subtype="section" type="textpart" n="149"><p>ταῦτʼ οὖν ἐξετάσας ἅπαντα καὶ διελθὼν πρὸς αὑτόν, ἢν μέν τι τῶν εἰρημένων ᾖ μαλακώτερον ἢ
          καταδεέστερον, αἰτιῶ τὴν ἡλικίαν τὴν ἐμήν, ᾗ δικαίως ἂν ἅπαντες συγγνώμην ἔχοιεν· ἢν δʼ
          ὅμοια τοῖς πρότερον διαδεδομένοις, νομίζειν αὐτὰ χρὴ μὴ τὸ γῆρας τοὐμὸν εὑρεῖν ἀλλὰ τὸ
          δαιμόνιον ὑποβαλεῖν, οὐκ ἐμοῦ φροντίζον, ἀλλὰ τῆς Ἑλλάδος κηδόμενον, καὶ βουλόμενον ταύτην
          τε τῶν κακῶν ἀπαλλάξαι τῶν παρόντων καὶ σοὶ πολὺ μείζω περιθεῖναι δόξαν τῆς νῦν
          ὑπαρχούσης. </p></div><div subtype="section" type="textpart" n="150"><p>οἶμαι δέ σʼ οὐκ ἀγνοεῖν ὃν τρόπον οἱ θεοὶ τὰ τῶν ἀνθρώπων διοικοῦσιν. οὐ γὰρ αὐτόχειρες
          οὔτε τῶν ἀγαθῶν οὔτε τῶν κακῶν γίγνονται τῶν συμβαινόντων αὐτοῖς, ἀλλʼ ἑκάστοις τοιαύτην
          ἔννοιαν ἐμποιοῦσιν, </p></div><div subtype="section" type="textpart" n="151"><p>ὥστε διʼ ἀλλήλων ἡμῖν ἑκάτερα παραγίγνεσθαι τούτων. οἷον ἴσως καὶ νῦν τοὺς μὲν λόγους
          ἡμῖν ἀπένειμαν, ἐπὶ δὲ τὰς πράξεις σὲ τάττουσι, νομίζοντες τούτων μὲν σὲ κάλλιστʼ ἂν
          ἐπιστατῆσαι, τὸν δὲ λόγον τὸν ἐμὸν ἥκιστʼ ἂν ὀχληρὸν γενέσθαι τοῖς ἀκούουσιν. ἡγοῦμαι δὲ
          καὶ τὰ πεπραγμένα πρότερον οὐκ ἄν ποτέ σοι γενέσθαι τηλικαῦτα τὸ μέγεθος, εἰ μή τις θεῶν
          αὐτὰ συγκατώρθωσεν, </p></div><div subtype="section" type="textpart" n="152"><p>οὐχ ἵνα τοῖς βαρβάροις μόνον τοῖς ἐπὶ τῆς Εὐρώπης κατοικοῦσι πολεμῶν διατελῇς, ἀλλʼ ὅπως
          ἂν ἐν τούτοις γυμνασθεὶς καὶ λαβὼν ἐμπειρίαν καὶ γνωσθεὶς οἷος εἶ τούτων ἐπιθυμήσῃς ὧν ἐγὼ
          τυγχάνω συμβεβουλευκώς. αἰσχρὸν οὖν ἐστι καλῶς τῆς τύχης ἡγουμένης ἀπολειφθῆναι, καὶ μὴ
          παρασχεῖν σαυτὸν εἰς ὃ βούλεταί σε προαγαγεῖν. </p></div><div subtype="section" type="textpart" n="153"><p> νομίζω δὲ χρῆναί σε πάντας μὲν τιμᾶν τοὺς περὶ τῶν σοι πεπραγμένων ἀγαθόν τι λέγοντας,
          κάλλιστα μέντοι νομίζειν ἐκείνους ἐγκωμιάζειν, τοὺς μειζόνων ἔργων ἢ τηλικούτων τὴν σὴν
          φύσιν ἀξιοῦντας, καὶ τοὺς μὴ μόνον ἐν τῷ παρόντι κεχαρισμένως διειλεγμένους, ἀλλʼ οἵ τινες
          ἂν τοὺς ἐπιγιγνομένους οὕτω ποιήσωσι τὰς σὰς πράξεις θαυμάζειν ὡς οὐδενὸς ἄλλου τῶν
          προγεγενημένων. πολλὰ δὲ βουλόμενος τοιαῦτα λέγειν οὐ δύναμαι· τὴν δʼ αἰτίαν διʼ ἥν,
          πλεονάκις τοῦ δέοντος εἴρηκα. </p></div><div subtype="section" type="textpart" n="154"><p>λοιπὸν οὖν ἐστι τὰ προειρημένα συναγαγεῖν, ἵνʼ ὡς ἐν ἐλαχίστοις κατίδοις τὸ κεφάλαιον τῶν
          συμβεβουλευμένων. φημὶ γὰρ χρῆναί σε τοὺς μὲν Ἕλληνας εὐεργετεῖν, Μακεδόνων δὲ βασιλεύειν,
          τῶν δὲ βαρβάρων ὡς πλείστων ἄρχειν. ἢν γὰρ ταῦτα πράττῃς, ἅπαντές σοι χάριν ἕξουσιν, οἱ
          μὲν Ἕλληνες ὑπὲρ ὧν εὖ πάσχουσι, Μακεδόνες δʼ ἢν βασιλικῶς ἀλλὰ μὴ τυραννικῶς αὐτῶν
          ἐπιστατῇς, τὸ δὲ τῶν ἄλλων γένος, ἢν διὰ σὲ βαρβαρικῆς δεσποτείας ἀπαλλαγέντες Ἑλληνικῆς
          ἐπιμελείας τύχωσι. </p></div><div subtype="section" type="textpart" n="155"><p>ταῦθʼ ὅπως μὲν γέγραπται τοῖς καιροῖς καὶ ταῖς ἀκριβείαις, παρʼ ὑμῶν τῶν ἀκουόντων
          πυνθάνεσθαι δίκαιόν ἐστιν· ὅτι μέντοι βελτίω τούτων καὶ μᾶλλον ἁρμόττοντα τοῖς ὑπάρχουσιν
          οὐδεὶς ἄν σοι συμβουλεύσειεν, σαφῶς εἰδέναι νομίζω.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>