<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:225-227</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:225-227</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="225"><p> πολλὰ χρήματα τελέσαντες; ἀλλὰ πρῶτον μὲν οἱ ταύτην ἔχοντες τὴν γνώμην πολὺ ἂν ἥδιον τὰ
          τῶν ἄλλων λάβοιεν ἢ δοῖεν ἑτέροις ὁτιοῦν τῶν σφετέρων αὐτῶν· ἔτι δὲ τίνες ἂν ὑπὲρ πονηρίας
          ἀργύριον ἀναλώσαιεν, ἐξὸν αὐτοῖς μηδὲν δαπανηθεῖσιν εἶναι τοιούτοις, ὁπόταν βουληθῶσιν; οὐ
          γὰρ μαθεῖν ἀλλʼ ἐπιχειρῆσαι μόνον δεῖ τοῖς τοιούτοις τῶν ἔργων. </p></div><div subtype="section" type="textpart" n="226"><p>ἀλλὰ δῆλον ὅτι καὶ πλέουσι καὶ χρήματα διδόασι καὶ πάντα ποιοῦσι νομίζοντες αὐτοί τε
          βελτίους γενήσεσθαι καὶ τοὺς ἐνθάδε παιδεύοντας πολὺ φρονιμωτέρους εἶναι τῶν παρὰ σφίσιν
          αὐτοῖς· ἐφʼ οἷς ἄξιον ἦν ἅπαντας τοὺς πολίτας φιλοτιμεῖσθαι, καὶ περὶ πολλοῦ ποιεῖσθαι
          τοὺς αἰτίους τῇ πόλει τῆς δόξης ταύτης γενομένους. </p></div><div subtype="section" type="textpart" n="227"><p>ἀλλὰ γὰρ οὕτω τινὲς ἀγνωμόνως ἔχουσιν ὥστʼ εἰδότες καὶ τοὺς ξένους τοὺς ἀφικνουμένους καὶ
          τοὺς προεστῶτας τῆς παιδείας οὐδὲν κακὸν ἐπιτηδεύοντας, ἀλλʼ ἀπραγμονεστάτους μὲν ὄντας
          τῶν ἐν τῇ πόλει καὶ πλείστην ἡσυχίαν ἄγοντας, προσέχοντας δὲ τὸν νοῦν σφίσιν αὐτοῖς καὶ
          τὰς συνουσίας μετʼ ἀλλήλων ποιουμένους, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>