<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="17"><p>δέομαι οὖν ὑμῶν μήτε πιστεύειν πω μήτʼ ἀπιστεῖν τοῖς εἰρημένοις, πρὶν ἂν διὰ τέλους
          ἀκούσητε καὶ τὰ παρʼ ἡμῶν, ἐνθυμουμένους ὅτι οὐδὲν ἂν ἔδει δίδοσθαι τοῖς φεύγουσιν
          ἀπολογίαν, εἴπερ οἷόν τʼ ἦν ἐκ τῶν τοῦ διώκοντος λόγων ἐψηφίσθαι τὰ δίκαια. νῦν δʼ εἰ μὲν
          εὖ τυγχάνει κατηγορηκὼς ἢ κακῶς, οὐδεὶς ἂν τῶν παρόντων ἀγνοήσειεν· εἰ δʼ ἀληθέσι κέχρηται
          τοῖς λόγοις, οὐκέτι τοῦτο τοῖς κρίνουσι γνῶναι ῥᾴδιον ἐξ ὧν ὁ πρότερος εἴρηκεν, ἀλλʼ
          ἀγαπητὸν ἢν ἐξ ἀμφοτέρων τῶν λόγων ἐκλαβεῖν δυνηθῶσι τὸ δίκαιον. </p></div><div subtype="section" type="textpart" n="18"><p>οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων ἐπὶ ταῖς τῶν ἐξαπατώντων κατηγορίαις ἢ ταῖς
          ὑπὲρ αὑτῶν ἀπολογίαις, οὐδὲ τῶν λεγόντων ὡς ἔστι μέγιστον κακὸν διαβολή· τί γὰρ ἂν γένοιτο
          ταύτης κακουργότερον, ἣ ποιεῖ τοὺς μὲν ψευδομένους εὐδοκιμεῖν, τοὺς δὲ δικάζοντας
          ἐπιορκεῖν, ὅλως δὲ τὴν μὲν ἀλήθειαν ἀφανίζει, ψευδῆ δὲ δόξαν παραστήσασα τοῖς ἀκούουσιν ὃν
          ἂν τύχῃ τῶν πολιτῶν ἀδίκως ἀπόλλυσιν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>