<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="15"><p>πρὸ πολλοῦ δʼ ἂν ἐποιησάμην οὕτως αὐτὸν νομίζειν εἶναί με δεινόν, ὥσπερ ἐν ὑμῖν εἴρηκεν·
          οὐ γὰρ ἄν ποτέ μοι πράγματα ποιεῖν ἐπεχείρησε. νῦν δὲ λέγει μὲν ὡς ἐγὼ τοὺς ἥττους λόγους
          κρείττους δύναμαι ποιεῖν, τοσοῦτον δέ μου καταπεφρόνηκεν, ὥστε αὐτὸς ψευδόμενος ἐμοῦ
          τἀληθῆ λέγοντος ἐλπίζει ῥᾳδίως ἐπικρατήσειν. </p></div><div subtype="section" type="textpart" n="16"><p>οὕτω δέ μοι δυσκόλως ἅπαντα συμβέβηκεν, ὥσθʼ οἱ μὲν ἄλλοι τοῖς λόγοις διαλύονται τὰς
          διαβολάς, ἐμοῦ δὲ Λυσίμαχος αὐτοὺς τοὺς λόγους μάλιστα διαβέβληκεν, ἵνʼ ἢν μὲν ἱκανῶς δόξω
          λέγειν, ἔνοχος ὢν φανῶ τοῖς ὑπὸ τούτου περὶ τῆς δεινότητος τῆς ἐμῆς προειρημένοις, ἢν δʼ
          ἐνδεέστερον τύχω διαλεχθεὶς ὧν οὗτος ὑμᾶς προσδοκᾶν πεποίηκε, τὰς πράξεις ἡγῆσθέ μου
          χείρους εἶναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>