<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:147-149</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2:147-149</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg019.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="147"><p>αὐτόν τε σὲ ῥᾳθυμότερον ἡγοῦνται ζῆν οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῶν περὶ τὴν φιλοσοφίαν
          καὶ τὴν αὐτὴν σοι πραγματείαν ὄντων. “ὁρῶσι γὰρ ἐκείνων μὲν τοὺς πλείστους, πλὴν τῶν τὸν
          σὸν βίον καὶ τὸν τρόπον ἠγαπηκότων, ἔν τε ταῖς πανηγύρεσι καὶ τοῖς ἰδίοις συλλόγοις
          ἐπιδείξεις ποιουμένους, διαγωνιζομένους πρὸς ἀλλήλους, καθʼ ὑπερβολὴν ὑπισχνουμένους,
          ἐρίζοντας, λοιδορουμένους, </p></div><div subtype="section" type="textpart" n="148"><p>οὐδὲν ἀπολείποντας κακῶν, ἀλλὰ σφίσι μὲν αὐτοῖς πράγματα παρέχοντας, τοῖς δʼ ἀκροωμένοις
          ἐξουσίαν παραδιδόντας τοῖς μὲν καταγελάσαι τῶν λεγομένων, ἐνίοις δʼ ἐπαινέσαι, τοῖς δὲ
          πλείστοις μισῆσαι, τοῖς δʼ ὅπως ἕκαστοι βούλονται διατεθῆναι πρὸς αὐτούς· σὲ δʼ οὐδενὸς
          μετέχοντα τούτων, ἀλλʼ ἀνομοίως ζῶντα καὶ τοῖς σοφισταῖς καὶ τοῖς ἰδιώταις, καὶ τοῖς πολλὰ
          κεκτημένοις καὶ τοῖς ἀπόρως διακειμένοις. </p></div><div subtype="section" type="textpart" n="149"><p>ἐφʼ οἷς οἱ μὲν λογίζεσθαι δυνάμενοι καὶ νοῦν ἔχοντες ἴσως ἄν σε ζηλώσειαν, οἱ δὲ
          καταδεέστερον πράττοντες καὶ λυπεῖσθαι μᾶλλον εἰωθότες ἐπὶ ταῖς τῶν ἄλλων ἐπιεικείαις ἢ
          ταῖς ἑαυτῶν ἀτυχίαις οὐκ ἔστιν ὅπως οὐ δυσκολανοῦσι καὶ χαλεπῶς οἴσουσιν. ὡς οὖν οὕτως
          αὐτῶν διατεθησομένων σκόπει τί σοι λεκτέον τούτων καὶ τί παραλειπτέον ἐστίν.” </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>