<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg016.perseus-grc2:31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg016.perseus-grc2:31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg016.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="31"><p> τὸ τοίνυν μαντεῖον, ὃ πάντες ἂν ὁμολογήσειαν ἀρχαιότατον εἶναι καὶ κοινότατον καὶ
          πιστότατον, οὐ μόνον ἔγνω τόθʼ ἡμετέραν εἶναι Μεσσήνην, ὅτε διδόντων ἡμῖν αὐτὴν τῶν
          Κρεσφόντου παίδων προσέταξε δέχεσθαι τὴν δωρεὰν καὶ βοηθεῖν τοῖς ἀδικουμένοις, ἀλλὰ καὶ
          τοῦ πολέμου μακροῦ γιγνομένου πεμψάντων ἀμφοτέρων εἰς Δελφούς, κἀκείνων μὲν σωτηρίαν
          αἰτούντων, ἡμῶν δʼ ἐπερωτώντων ὅτῳ τρόπῳ τάχιστʼ ἂν κρατήσαιμεν τῆς πόλεως, τοῖς μὲν οὐδὲν
          ἀνεῖλεν ὡς οὐ δικαίαν ποιουμένοις τὴν αἴτησιν, ἡμῖν δʼ ἐδήλωσε καὶ τὰς θυσίας ἃς ἔδει
          ποιήσασθαι καὶ βοήθειαν παρʼ ὧν μεταπέμψασθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>