<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg014.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg014.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg014.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="21"><p>τὸ δὲ μέγιστον· τοῖς γὰρ κοινοῖς οἱ μὲν ὡς ἀλλοτρίοις, οἱ δʼ ὡς ἰδίοις<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">οἱ μὲν ὡς ἀλλοτρίοις, οἱ δʼ ὡς
              ἰδίοις</foreign>see Norlin, Class. Phil. xvii. p. 356:<foreign xml:lang="greek">οἱ μὲν
              ὡς ἰδίοις, οἱ δʼ ὡς ἀλλοτρίοις</foreign>MSS.</note> προσέχουσι τὸν νοῦν, καὶ
          συμβούλοις χρῶνται περὶ αὐτῶν οἱ μὲν τῶν ἀστῶν τοῖς τολμηροτάτοις, οἱ δʼ ἐξ ἁπάντων
          ἐκλεξάμενοι τοῖς φρονιμωτάτοις, καὶ τιμῶσιν οἱ μὲν τοὺς ἐν τοῖς ὄχλοις εἰπεῖν δυναμένους,
          οἱ δὲ τοὺς χρῆσθαι τοῖς πράγμασιν ἐπισταμένους. </p></div><div subtype="section" type="textpart" n="22"><p>οὐ μόνον δʼ ἐν τοῖς ἐγκυκλίοις καὶ τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην γιγνομένοις αἱ μοναρχίαι
          διαφέρουσιν, ἀλλὰ καὶ τὰς ἐν τῷ πολέμῳ πλεονεξίας ἁπάσας περιειλήφασιν. καὶ γὰρ
          παρασκευάσασθαι δυνάμεις καὶ χρήσασθαι ταύταις, ὥστε καὶ λαθεῖν καὶ φθῆναι,<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">φθῆναι</foreign>Coray:<foreign xml:lang="greek">ὀφθῆναι</foreign>MSS.</note> καὶ τοὺς μὲν πεῖσαι, τοὺς δὲ βιάσασθαι,
          παρὰ δὲ τῶν ἐκπρίασθαι, τοὺς δὲ ταῖς ἄλλαις θεραπείαις προσαγαγέσθαι, μᾶλλον αἱ τυραννίδες
          τῶν ἄλλων πολιτειῶν οἷαί τʼ εἰσίν. καὶ ταῦτʼ ἐκ τῶν ἔργων ἄν τις οὐχ ἧττον ἢ τῶν λόγων
          πιστεύσειεν. </p></div><div subtype="section" type="textpart" n="23"><p>τοῦτο μὲν γὰρ τὴν τῶν Περσῶν δύναμιν ἅπαντες ἴσμεν τηλικαύτην τὸ μέγεθος γεγενημένην οὐ
          διὰ τὴν τῶν ἀνδρῶν φρόνησιν, ἀλλʼ ὅτι μᾶλλον τῶν ἄλλων τὴν βασιλείαν τιμῶσι· τοῦτο δὲ
          Διονύσιον τὸν τύραννον, ὅτι παραλαβὼν τὴν μὲν ἄλλην Σικελίαν ἀνάστατον γεγενημένην, τὴν δʼ
          αὑτοῦ πατρίδα πολιορκουμένην, οὐ μόνον αὐτὴν τῶν παρόντων κινδύνων ἀπήλλαξεν, ἀλλὰ καὶ
          μεγίστην τῶν Ἑλληνίδων πόλεων ἐποίησεν· ἔτι δὲ Καρχηδονίους καὶ Λακεδαιμονίους, </p></div><div subtype="section" type="textpart" n="24"><p>τοὺς ἄριστα τῶν ἄλλων<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">ἄλλων</foreign>Blass:<foreign xml:lang="greek">Ἑλλήνων</foreign>MSS.</note> πολιτευομένους, οἴκοι μὲν ὀλιγαρχουμένους, παρὰ δὲ τὸν
          πόλεμον βασιλευομένους. ἔχοι δʼ ἄν τις ἐπιδεῖξαι καὶ τὴν πόλιν,<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">πόλιν Γ· πόλιν τῶν
              Ἀθηναίων</foreign>vulg.</note> τὴν μάλιστα τὰς τυραννίδας μισοῦσαν, ὅταν μὲν πολλοὺς
          ἐκπέμψῃ στρατηγούς, ἀτυχοῦσαν, ὅταν δὲ διʼ ἑνὸς ποιήσηται τοὺς κινδύνους, κατορθοῦσαν.
        </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>