<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2:73-81</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2:73-81</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="73"><p> καὶ μηδεὶς οἰέσθω μʼ ἀγνοεῖν ὅτι καὶ Λακεδαιμόνιοι περὶ τοὺς καιροὺς τούτους πολλῶν
          ἀγαθῶν αἴτιοι τοῖς Ἕλλησι κατέστησαν· ἀλλὰ διὰ τοῦτο καὶ μᾶλλον ἐπαινεῖν ἔχω τὴν πόλιν,
          ὅτι τοιούτων ἀνταγωνιστῶν τυχοῦσα τοσοῦτον αὐτῶν διήνεγκεν. βούλομαι δʼ ὀλίγῳ μακρότερα
          περὶ τοῖν πολέοιν εἰπεῖν καὶ μὴ ταχὺ λίαν παραδραμεῖν, ἵνʼ ἀμφοτέρων ἡμῖν ὑπομνήματα
          γένηται, τῆς τε τῶν προγόνων ἀρετῆς καὶ τῆς πρὸς τοὺς βαρβάρους ἔχθρας. </p></div><div subtype="section" type="textpart" n="74"><p>καίτοι μʼ οὐ λέληθεν ὅτι χαλεπόν ἐστιν ὕστατον ἐπελθόντα λέγειν περὶ πραγμάτων πάλαι
          προκατειλημμένων, καὶ περὶ ὧν οἱ μάλιστα δυνηθέντες τῶν πολιτῶν εἰπεῖν ἐπὶ τοῖς δημοσίᾳ
          θαπτομένοις πολλάκις εἰρήκασιν· ἀνάγκη γὰρ τὰ μὲν μέγιστʼ αὐτῶν ἤδη κατακεχρῆσθαι, μικρὰ
          δʼ ἔτι<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">δʼ
              ἔτι</foreign>Sandys:<foreign xml:lang="greek">δέ τι Γ· δέ τινα</foreign>vulg.</note>
          παραλελεῖφθαι. ὅμως δʼ ἐκ τῶν ὑπολοίπων, ἐπειδὴ συμφέρει τοῖς πράγμασιν, οὐκ ὀκνητέον
          μνησθῆναι περὶ αὐτῶν. </p></div><div subtype="section" type="textpart" n="75"><p> πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι γεγενῆσθαι τοὺς τοῖς
          σώμασιν ὑπὲρ τῆς Ἑλλάδος προκινδυνεύσαντας· οὐ μὴν οὐδὲ τῶν πρὸ τοῦ πολέμου τούτου
          γενομένων καὶ δυναστευσάντων ἐν ἑκατέρᾳ τοῖν πολέοιν δίκαιον ἀμνημονεῖν· ἐκεῖνοι γὰρ ἦσαν
          οἱ προασκήσαντες τοὺς ἐπιγιγνομένους καὶ τὰ πλήθη προτρέψαντες ἐπʼ ἀρετὴν καὶ χαλεποὺς
          ἀνταγωνιστὰς τοῖς βαρβάροις ποιήσαντες. </p></div><div subtype="section" type="textpart" n="76"><p>οὐ γὰρ ὠλιγώρουν τῶν κοινῶν, οὐδʼ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δʼ ὡς ἀλλοτρίων, ἀλλʼ
          ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δʼ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων· οὐδὲ πρὸς ἀργύριον
          τὴν εὐδαιμονίαν ἔκρινον, ἀλλʼ οὗτος ἐδόκει πλοῦτον ἀσφαλέστατον κεκτῆσθαι καὶ κάλλιστον,
          ὅστις τοιαῦτα τυγχάνοι πράττων ἐξ ὧν αὐτός τε μέλλοι μάλιστʼ εὐδοκιμήσειν καὶ τοῖς παισὶ
          μεγίστην δόξαν καταλείψειν. </p></div><div subtype="section" type="textpart" n="77"><p>οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν, οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν, ἀλλὰ
          δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πόλεως
          ἀποθνήσκειν, μᾶλλον δʼ ᾐσχύνοντʼ ἐπὶ τοῖς κοινοῖς ἁμαρτήμασιν ἢ νῦν ἐπὶ τοῖς ἰδίοις τοῖς
          σφετέροις αὐτῶν. </p></div><div subtype="section" type="textpart" n="78"><p> τούτων δʼ ἦν αἴτιον ὅτι τοὺς νόμους ἐσκόπουν ὅπως ἀκριβῶς καὶ καλῶς ἕξουσιν, οὐχ οὕτω
          τοὺς περὶ τῶν ἰδίων συμβολαίων ὡς τοὺς περὶ τῶν καθʼ ἑκάστην τὴν ἡμέραν ἐπιτηδευμάτων·
          ἠπίσταντο γὰρ ὅτι τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων, ἀλλʼ
          ἀπʼ ὀλίγων συνθημάτων ῥᾳδίως καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν ὁμονοήσουσιν. </p></div><div subtype="section" type="textpart" n="79"><p>οὕτω δὲ πολιτικῶς εἶχον, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους οὐχ ὁπότεροι τοὺς
          ἑτέρους ἀπολέσαντες τῶν λοιπῶν ἄρξουσιν, ἀλλʼ ὁπότεροι φθήσονται τὴν πόλιν ἀγαθόν τι
          ποιήσαντες· καὶ τὰς ἑταιρείας συνῆγον οὐχ ὑπὲρ τῶν συμφερόντων, ἀλλʼ ἐπὶ τῇ τοῦ πλήθους
          ὠφελείᾳ. </p></div><div subtype="section" type="textpart" n="80"><p>τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ τῶν ἄλλων διῴκουν, θεραπεύοντες ἀλλʼ οὐχ ὑβρίζοντες τοὺς
          Ἕλληνας, καὶ στρατηγεῖν οἰόμενοι δεῖν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν, καὶ μᾶλλον ἐπιθυμοῦντες
          ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν
          εὖ προσαγόμενοι τὰς πόλεις, ἀλλʼ οὐ βίᾳ καταστρεφόμενοι, </p></div><div subtype="section" type="textpart" n="81"><p>πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις
          ἐμμένειν ἀξιοῦντες, οὐχ οὕτως ἐπὶ ταῖς δυναστείαις μέγα φρονοῦντες, ὡς ἐπὶ τῷ σωφρόνως ζῆν
          φιλοτιμούμενοι, τὴν αὐτὴν ἀξιοῦντες γνώμην ἔχειν πρὸς τοὺς ἥττους ἥνπερ τοὺς κρείττους
          πρὸς σφᾶς αὐτούς, ἴδια μὲν ἄστη τὰς αὑτῶν πόλεις ἡγούμενοι, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα
          νομίζοντες εἶναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>